Meno
001
70a ΜΕΝ.
01 ἔχεις μοι εἰπεῖν, ὦ Σώκρατες, ἆρα διδακτὸν ἡ ἀρετή;
02 ἢ οὐ διδακτὸν ἀλλ’ ἀσκητόν;
03 ἢ οὔτε ἀσκητὸν οὔτε μαθητόν, ἀλλὰ φύσει παραγίγνεται τοῖς ἀνθρώποις ἢ ἄλλῳ τινὶ τρόπῳ;
002
ΣΩ.
01 ὦ Μένων, πρὸ τοῦ μὲν Θετταλοὶ εὐδόκιμοι ἦσαν ἐν τοῖς Ἕλλησιν καὶ ἐθαυμάζοντο ἐφ’ ἱππικῇ τε καὶ πλούτῳ, 70b νῦν δέ, ὡς ἐμοὶ δοκεῖ, καὶ ἐπὶ σοφίᾳ, καὶ οὐχ ἥκιστα οἱ τοῦ σοῦ ἑταίρου Ἀριστίππου πολῖται Λαρισαῖοι.
02 τούτου δὲ ὑμῖν αἴτιός ἐστι Γοργίας·
03 ἀφικόμενος γὰρ εἰς τὴν πόλιν ἐραστὰς ἐπὶ σοφίᾳ εἴληφεν Ἀλευαδῶν τε τοὺς πρώτους, ὧν ὁ σὸς ἐραστής ἐστιν Ἀρίστιππος, καὶ τῶν ἄλλων Θετταλῶν.
04 καὶ δὴ καὶ τοῦτο τὸ ἔθος ὑμᾶς εἴθικεν, ἀφόβως τε καὶ μεγαλοπρεπῶς ἀποκρίνεσθαι ἐάν τίς τι ἔρηται, ὥσπερ εἰκὸς τοὺς 70c εἰδότας, ἅτε καὶ αὐτὸς παρέχων αὑτὸν ἐρωτᾶν τῶν Ἑλλήνων τῷ βουλομένῳ ὅτι ἄν τις βούληται, καὶ οὐδενὶ ὅτῳ οὐκ ἀποκρινόμενος.
003
ΣΩ.
01 ἐνθάδε δέ, ὦ φίλε Μένων, τὸ ἐναντίον περιέστηκεν·
02 ὥσπερ αὐχμός τις τῆς σοφίας γέγονεν, καὶ κινδυνεύει 71a ἐκ τῶνδε τῶν τόπων παρ’ ὑμᾶς οἴχεσθαι ἡ σοφία.
03 εἰ γοῦν τινα ἐθέλεις οὕτως ἐρέσθαι τῶν ἐνθάδε, οὐδεὶς ὅστις οὐ γελάσεται καὶ ἐρεῖ·
04 ὦ ξένε, κινδυνεύω σοι δοκεῖν μακάριός τις εἶναι —
05 ἀρετὴν γοῦν εἴτε διδακτὸν εἴθ’ ὅτῳ τρόπῳ παραγίγνεται εἰδέναι —
06 ἐγὼ δὲ τοσοῦτον δέω εἴτε διδακτὸν εἴτε μὴ διδακτὸν εἰδέναι, ὥστ’ οὐδὲ αὐτὸ ὅτι ποτ’ ἐστὶ τὸ παράπαν ἀρετὴ τυγχάνω εἰδώς.
004
71b ¶ ἐγὼ οὖν καὶ αὐτός, ὦ Μένων, οὕτως ἔχω·
01 συμπένομαι τοῖς πολίταις τούτου τοῦ πράγματος, καὶ ἐμαυτὸν καταμέμφομαι ὡς οὐκ εἰδὼς περὶ ἀρετῆς τὸ παράπαν·
02 ὃ δὲ μὴ οἶδα τί ἐστιν, πῶς ἂν ὁποῖόν γέ τι εἰδείην;
03 ἢ δοκεῖ σοι οἷόν τε εἶναι, ὅστις Μένωνα μὴ γιγνώσκει τὸ παράπαν ὅστις ἐστίν, τοῦτον εἰδέναι εἴτε καλὸς εἴτε πλούσιος εἴτε καὶ γενναῖός ἐστιν, εἴτε καὶ τἀναντία τούτων;
04 δοκεῖ σοι οἷόν τ’ εἶναι;
005
ΜΕΝ.
01 οὐκ ἔμοιγε.
02 ἀλλὰ σύ, ὦ Σώκρατες, ἀληθῶς 71c οὐδ’ ὅτι ἀρετή ἐστιν οἶσθα, ἀλλὰ ταῦτα περὶ σοῦ καὶ οἴκαδε ἀπαγγέλλωμεν;
006
ΣΩ.
01 μὴ μόνον γε, ὦ ἑταῖρε, ἀλλὰ καὶ ὅτι οὐδ’ ἄλλῳ πω ἐνέτυχον εἰδότι, ὡς ἐμοὶ δοκῶ.
007
ΜΕΝ.
01 τί δέ;
02 Γοργίᾳ οὐκ ἐνέτυχες ὅτε ἐνθάδε ἦν;
009
ΜΕΝ.
01 εἶτα οὐκ ἐδόκει σοι εἰδέναι;
010
ΣΩ.
01 οὐ πάνυ εἰμὶ μνήμων, ὦ Μένων, ὥστε οὐκ ἔχω εἰπεῖν ἐν τῷ παρόντι πῶς μοι τότε ἔδοξεν.
02 ἀλλ’ ἴσως ἐκεῖνός τε οἶδε, καὶ σὺ ἃ ἐκεῖνος ἔλεγε·
03 ἀνάμνησον οὖν 71d με πῶς ἔλεγεν.
04 εἰ δὲ βούλει, αὐτὸς εἰπέ·
05 δοκεῖ γὰρ δήπου σοὶ ἅπερ ἐκείνῳ.
012
ΣΩ.
01 ἐκεῖνον μὲν τοίνυν ἐῶμεν, ἐπειδὴ καὶ ἄπεστιν·
02 σὺ δὲ αὐτός, ὦ πρὸς θεῶν, Μένων, τί φῂς ἀρετὴν εἶναι;
03 εἶπον καὶ μὴ φθονήσῃς, ἵνα εὐτυχέστατον ψεῦσμα ἐψευσμένος ὦ, ἂν φανῇς σὺ μὲν εἰδὼς καὶ Γοργίας, ἐγὼ δὲ εἰρηκὼς μηδενὶ πώποτε εἰδότι ἐντετυχηκέναι.
013
71e ΜΕΝ.
01 ἀλλ’ οὐ χαλεπόν, ὦ Σώκρατες, εἰπεῖν.
02 πρῶτον μέν, εἰ βούλει ἀνδρὸς ἀρετήν, ῥᾴδιον, ὅτι αὕτη ἐστὶν ἀνδρὸς ἀρετή, ἱκανὸν εἶναι τὰ τῆς πόλεως πράττειν, καὶ πράττοντα τοὺς μὲν φίλους εὖ ποιεῖν, τοὺς δ’ ἐχθροὺς κακῶς, καὶ αὐτὸν εὐλαβεῖσθαι μηδὲν τοιοῦτον παθεῖν.
03 εἰ δὲ βούλει γυναικὸς ἀρετήν, οὐ χαλεπὸν διελθεῖν, ὅτι δεῖ αὐτὴν τὴν οἰκίαν εὖ οἰκεῖν, σῴζουσάν τε τὰ ἔνδον καὶ κατήκοον οὖσαν τοῦ ἀνδρός.
04 καὶ ἄλλη ἐστὶν παιδὸς ἀρετή, καὶ θηλείας καὶ ἄρρενος, καὶ πρεσβυτέρου ἀνδρός, εἰ μὲν βούλει, ἐλευθέρου, εἰ δὲ βούλει, 72a δούλου.
014
ΜΕΝ.
01 καὶ ἄλλαι πάμπολλαι ἀρεταί εἰσιν, ὥστε οὐκ ἀπορία εἰπεῖν ἀρετῆς πέρι ὅτι ἐστίν·
02 καθ’ ἑκάστην γὰρ τῶν πράξεων καὶ τῶν ἡλικιῶν πρὸς ἕκαστον ἔργον ἑκάστῳ ἡμῶν ἡ ἀρετή ἐστιν, ὡσαύτως δὲ οἶμαι, ὦ Σώκρατες, καὶ ἡ κακία.
015
ΣΩ.
01 πολλῇ γέ τινι εὐτυχίᾳ ἔοικα κεχρῆσθαι, ὦ Μένων, εἰ μίαν ζητῶν ἀρετὴν σμῆνός τι ἀνηύρηκα ἀρετῶν παρὰ σοὶ κείμενον.
02 ἀτάρ, ὦ Μένων, κατὰ ταύτην τὴν εἰκόνα τὴν 72b περὶ τὰ σμήνη, εἴ μου ἐρομένου μελίττης περὶ οὐσίας ὅτι ποτ’ ἐστίν, πολλὰς καὶ παντοδαπὰς ἔλεγες αὐτὰς εἶναι, τί ἂν ἀπεκρίνω μοι, εἴ σε ἠρόμην·
03 ἆρα τούτῳ φῂς πολλὰς καὶ παντοδαπὰς εἶναι καὶ διαφερούσας ἀλλήλων, τῷ μελίττας εἶναι;
04 ἢ τούτῳ μὲν οὐδὲν διαφέρουσιν, ἄλλῳ δέ τῳ, οἷον ἢ κάλλει ἢ μεγέθει ἢ ἄλλῳ τῳ τῶν τοιούτων;
05 εἰπέ, τί ἂν ἀπεκρίνω οὕτως ἐρωτηθείς;
016
ΜΕΝ.
01 τοῦτ’ ἔγωγε, ὅτι οὐδὲν διαφέρουσιν, ᾗ μέλιτται εἰσίν, ἡ ἑτέρα τῆς ἑτέρας.
017
72c ΣΩ.
01 εἰ οὖν εἶπον μετὰ ταῦτα·
02 τοῦτο τοίνυν μοι αὐτὸ εἰπέ, ὦ Μένων·
03 ᾧ οὐδὲν διαφέρουσιν ἀλλὰ ταὐτόν εἰσιν ἅπασαι, τί τοῦτο φῂς εἶναι;
04 εἶχες δήπου ἄν τί μοι εἰπεῖν;
019
ΣΩ.
01 οὕτω δὴ καὶ περὶ τῶν ἀρετῶν·
02 κἂν εἰ πολλαὶ καὶ παντοδαπαί εἰσιν, ἕν γέ τι εἶδος ταὐτὸν ἅπασαι ἔχουσιν δι’ ὃ εἰσὶν ἀρεταί, εἰς ὃ καλῶς που ἔχει ἀποβλέψαντα τὸν ἀποκρινόμενον τῷ ἐρωτήσαντι ἐκεῖνο δηλῶσαι, ὃ τυγχάνει 72d οὖσα ἀρετή·
03 ἢ οὐ μανθάνεις ὅτι λέγω;
020
ΜΕΝ.
01 δοκῶ γέ μοι μανθάνειν·
02 οὐ μέντοι ὡς βούλομαί γέ πω κατέχω τὸ ἐρωτώμενον.
021
ΣΩ.
01 πότερον δὲ περὶ ἀρετῆς μόνον σοι οὕτω δοκεῖ, ὦ Μένων, ἄλλη μὲν ἀνδρὸς εἶναι, ἄλλη δὲ γυναικὸς καὶ τῶν ἄλλων, ἢ καὶ περὶ ὑγιείας καὶ περὶ μεγέθους καὶ περὶ ἰσχύος ὡσαύτως;
02 ἄλλη μὲν ἀνδρὸς δοκεῖ σοι εἶναι ὑγίεια, ἄλλη δὲ γυναικός;
03 ἢ ταὐτὸν πανταχοῦ εἶδός ἐστιν, ἐάνπερ ὑγίεια 72e ᾖ, ἐάντε ἐν ἀνδρὶ ἐάντε ἐν ἄλλῳ ὁτῳοῦν ᾖ;
022
ΜΕΝ.
01 ἡ αὐτή μοι δοκεῖ ὑγίειά γε εἶναι καὶ ἀνδρὸς καὶ γυναικός.
023
ΣΩ.
01 οὐκοῦν καὶ μέγεθος καὶ ἰσχύς;
02 ἐάνπερ ἰσχυρὰ γυνὴ ᾖ, τῷ αὐτῷ εἴδει καὶ τῇ αὐτῇ ἰσχύϊ ἰσχυρὰ ἔσται;
03 τὸ γὰρ τῇ αὐτῇ τοῦτο λέγω·
04 οὐδὲν διαφέρει πρὸς τὸ ἰσχὺς εἶναι ἡ ἰσχύς, ἐάντε ἐν ἀνδρὶ ᾖ ἐάντε ἐν γυναικί.
05 ἢ δοκεῖ τί σοι διαφέρειν;
025
73a ΣΩ.
01 ἡ δὲ ἀρετὴ πρὸς τὸ ἀρετὴ εἶναι διοίσει τι, ἐάντε ἐν παιδὶ ᾖ ἐάντε ἐν πρεσβύτῃ, ἐάντε ἐν γυναικὶ ἐάντε ἐν ἀνδρί;
026
ΜΕΝ.
01 ἔμοιγέ πως δοκεῖ, ὦ Σώκρατες, τοῦτο οὐκέτι ὅμοιον εἶναι τοῖς ἄλλοις τούτοις.
027
ΣΩ.
01 τί δέ;
02 οὐκ ἀνδρὸς μὲν ἀρετὴν ἔλεγες πόλιν εὖ διοικεῖν, γυναικὸς δὲ οἰκίαν;
029
ΣΩ.
01 ἆρ’ οὖν οἷόν τε εὖ διοικεῖν ἢ πόλιν ἢ οἰκίαν ἢ ἄλλο ὁτιοῦν, μὴ σωφρόνως καὶ δικαίως διοικοῦντα;
031
73b ΣΩ.
01 οὐκοῦν ἄνπερ δικαίως καὶ σωφρόνως διοικῶσιν, δικαιοσύνῃ καὶ σωφροσύνῃ διοικήσουσιν;
033
ΣΩ.
01 τῶν αὐτῶν ἄρα ἀμφότεροι δέονται, εἴπερ μέλλουσιν ἀγαθοὶ εἶναι, καὶ ἡ γυνὴ καὶ ὁ ἀνήρ, δικαιοσύνης καὶ σωφροσύνης.
035
ΣΩ.
01 τί δὲ παῖς καὶ πρεσβύτης;
02 μῶν ἀκόλαστοι ὄντες καὶ ἄδικοι ἀγαθοὶ ἄν ποτε γένοιντο;
037
ΣΩ.
01 ἀλλὰ σώφρονες καὶ 73c δίκαιοι;
039
ΣΩ.
01 πάντες ἄρ’ ἄνθρωποι τῷ αὐτῷ τρόπῳ ἀγαθοί εἰσιν·
02 τῶν αὐτῶν γὰρ τυχόντες ἀγαθοὶ γίγνονται.
041
ΣΩ.
01 οὐκ ἂν δήπου, εἴ γε μὴ ἡ αὐτὴ ἀρετὴ ἦν αὐτῶν, τῷ αὐτῷ ἂν τρόπῳ ἀγαθοὶ ἦσαν.
043
ΣΩ.
01 ἐπειδὴ τοίνυν ἡ αὐτὴ ἀρετὴ πάντων ἐστίν, πειρῶ εἰπεῖν καὶ ἀναμνησθῆναι τί αὐτό φησι Γοργίας εἶναι καὶ σὺ μετ’ ἐκείνου.
044
ΜΕΝ.
01 τί ἄλλο γ’ ἢ ἄρχειν οἷόν τ’ εἶναι τῶν ἀνθρώπων;
02 73d εἴπερ ἕν γέ τι ζητεῖς κατὰ πάντων.
045
ΣΩ.
01 ἀλλὰ μὴν ζητῶ γε.
02 ἀλλ’ ἆρα καὶ παιδὸς ἡ αὐτὴ ἀρετή, ὦ Μένων, καὶ δούλου, ἄρχειν οἵω τε εἶναι τοῦ δεσπότου, καὶ δοκεῖ σοι ἔτι ἂν δοῦλος εἶναι ὁ ἄρχων;
046
ΜΕΝ.
01 οὐ πάνυ μοι δοκεῖ, ὦ Σώκρατες.
047
ΣΩ.
01 οὐ γὰρ εἰκός, ὦ ἄριστε·
02 ἔτι γὰρ καὶ τόδε σκόπει.
03 ἄρχειν φῂς οἷόν τ’ εἶναι.
04 οὐ προσθήσομεν αὐτόσε τὸ δικαίως, ἀδίκως δὲ μή;
048
ΜΕΝ.
01 οἶμαι ἔγωγε·
02 ἡ γὰρ δικαιοσύνη, ὦ Σώκρατες, ἀρετή ἐστιν.
049
73e ΣΩ.
01 πότερον ἀρετή, ὦ Μένων, ἢ ἀρετή τις;
050
ΜΕΝ.
01 πῶς τοῦτο λέγεις;
051
ΣΩ.
01 ὡς περὶ ἄλλου ὁτουοῦν.
02 οἷον, εἰ βούλει, στρογγυλότητος πέρι εἴποιμ’ ἂν ἔγωγε ὅτι σχῆμά τί ἐστιν, οὐχ οὕτως ἁπλῶς ὅτι σχῆμα.
03 διὰ ταῦτα δὲ οὕτως ἂν εἴποιμι, ὅτι καὶ ἄλλα ἔστι σχήματα.
052
ΜΕΝ.
01 ὀρθῶς γε λέγων σύ, ἐπεὶ καὶ ἐγὼ λέγω οὐ μόνον δικαιοσύνην ἀλλὰ καὶ ἄλλας εἶναι ἀρετάς.
053
74a ΣΩ.
01 τίνας ταύτας;
02 εἰπέ.
03 οἷον καὶ ἐγώ σοι εἴποιμι ἂν καὶ ἄλλα σχήματα, εἴ με κελεύοις·
04 καὶ σὺ οὖν ἐμοὶ εἰπὲ ἄλλας ἀρετάς.
054
ΜΕΝ.
01 ἡ ἀνδρεία τοίνυν ἔμοιγε δοκεῖ ἀρετὴ εἶναι καὶ σωφροσύνη καὶ σοφία καὶ μεγαλοπρέπεια καὶ ἄλλαι πάμπολλαι.
055
ΣΩ.
01 πάλιν, ὦ Μένων, ταὐτὸν πεπόνθαμεν·
02 πολλὰς αὖ ηὑρήκαμεν ἀρετὰς μίαν ζητοῦντες, ἄλλον τρόπον ἢ νυνδή·
03 τὴν δὲ μίαν, ἣ διὰ πάντων τούτων ἐστίν, οὐ δυνάμεθα ἀνευρεῖν.
056
ΜΕΝ.
01 οὐ γὰρ δύναμαί πω, ὦ Σώκρατες, ὡς σὺ ζητεῖς, 74b μίαν ἀρετὴν λαβεῖν κατὰ πάντων, ὥσπερ ἐν τοῖς ἄλλοις.
057
ΣΩ.
01 εἰκότως γε·
02 ἀλλ’ ἐγὼ προθυμήσομαι, ἐὰν οἷός τ’ ὦ, ἡμᾶς προβιβάσαι.
03 μανθάνεις γάρ που ὅτι οὑτωσὶ ἔχει περὶ παντός·
04 εἴ τίς σε ἀνέροιτο τοῦτο ὃ νυνδὴ ἐγὼ ἔλεγον, τί ἐστιν σχῆμα, ὦ Μένων;
05 εἰ αὐτῷ εἶπες ὅτι στρογγυλότης, εἴ σοι εἶπεν ἅπερ ἐγώ, πότερον σχῆμα ἡ στρογγυλότης ἐστὶν ἢ σχῆμά τι;
06 εἶπες δήπου ἂν ὅτι σχῆμά τι.
059
74c ΣΩ.
01 οὐκοῦν διὰ ταῦτα, ὅτι καὶ ἄλλα ἔστιν σχήματα;
061
ΣΩ.
01 καὶ εἴ γε προσανηρώτα σε ὁποῖα, ἔλεγες ἄν;
063
ΣΩ.
01 καὶ αὖ εἰ περὶ χρώματος ὡσαύτως ἀνήρετο ὅτι ἐστίν, καὶ εἰπόντος σου ὅτι τὸ λευκόν, μετὰ ταῦτα ὑπέλαβεν ὁ ἐρωτῶν·
02 πότερον τὸ λευκὸν χρῶμά ἐστιν ἢ χρῶμά τι;
03 εἶπες ἂν ὅτι χρῶμά τι, διότι καὶ ἄλλα τυγχάνει ὄντα;
065
ΣΩ.
01 καὶ εἴ γέ σε ἐκέλευε λέγειν ἄλλα χρώματα, ἔλεγες 74d ἂν ἄλλα, ἃ οὐδὲν ἧττον τυγχάνει ὄντα χρώματα τοῦ λευκοῦ;
067
ΣΩ.
01 εἰ οὖν ὥσπερ ἐγὼ μετῄει τὸν λόγον, καὶ ἔλεγεν ὅτι ἀεὶ εἰς πολλὰ ἀφικνούμεθα, ἀλλὰ μή μοι οὕτως, ἀλλ’ ἐπειδὴ τὰ πολλὰ ταῦτα ἑνί τινι προσαγορεύεις ὀνόματι, καὶ φῂς οὐδὲν αὐτῶν ὅτι οὐ σχῆμα εἶναι, καὶ ταῦτα καὶ ἐναντία ὄντα ἀλλήλοις, ὅτι ἐστὶν τοῦτο ὃ οὐδὲν ἧττον κατέχει τὸ στρογγύλον ἢ τὸ εὐθύ, ὃ δὴ ὀνομάζεις σχῆμα 74e καὶ οὐδὲν μᾶλλον φῂς τὸ στρογγύλον σχῆμα εἶναι ἢ τὸ εὐθύ;
02 ἢ οὐχ οὕτω λέγεις;
069
ΣΩ.
01 ἆρ’ οὖν, ὅταν οὕτω λέγῃς, τότε οὐδὲν μᾶλλον φῂς τὸ στρογγύλον εἶναι στρογγύλον ἢ εὐθύ, οὐδὲ τὸ εὐθὺ εὐθὺ ἢ στρογγύλον;
070
ΜΕΝ.
01 οὐ δήπου, ὦ Σώκρατες.
071
ΣΩ.
01 ἀλλὰ μὴν σχῆμά γε οὐδὲν μᾶλλον φῂς εἶναι τὸ στρογγύλον τοῦ εὐθέος, οὐδὲ τὸ ἕτερον τοῦ ἑτέρου.
072
ΜΕΝ.
01 ἀληθῆ λέγεις.
073
ΣΩ.
01 τί ποτε οὖν τοῦτο οὗ τοῦτο ὄνομά ἐστιν, τὸ σχῆμα;
02 75a πειρῶ λέγειν.
03 εἰ οὖν τῷ ἐρωτῶντι οὕτως ἢ περὶ σχήματος ἢ χρώματος εἶπες ὅτι ἀλλ’ οὐδὲ μανθάνω ἔγωγε ὅτι βούλει, ὦ ἄνθρωπε, οὐδὲ οἶδα ὅτι λέγεις,
ἴσως ἂν ἐθαύμασε καὶ εἶπεν·
04 οὐ μανθάνεις ὅτι ζητῶ τὸ ἐπὶ πᾶσιν τούτοις ταὐτόν;
05 ἢ οὐδὲ ἐπὶ τούτοις, ὦ Μένων, ἔχοις ἂν εἰπεῖν, εἴ τίς σε ἐρωτῴη·
06 τί ἐστιν ἐπὶ τῷ στρογγύλῳ καὶ εὐθεῖ καὶ ἐπὶ τοῖς ἄλλοις, ἃ δὴ σχήματα καλεῖς, ταὐτὸν ἐπὶ πᾶσιν;
07 πειρῶ εἰπεῖν, ἵνα καὶ γένηταί σοι μελέτη πρὸς τὴν περὶ τῆς ἀρετῆς ἀπόκρισιν.
074
75b ΜΕΝ.
01 μή, ἀλλὰ σύ, ὦ Σώκρατες, εἰπέ.
075
ΣΩ.
01 βούλει σοι χαρίσωμαι;
077
ΣΩ.
01 ἐθελήσεις οὖν καὶ σὺ ἐμοὶ εἰπεῖν περὶ τῆς ἀρετῆς;
079
ΣΩ.
01 προθυμητέον τοίνυν·
02 ἄξιον γάρ.
080
ΜΕΝ.
01 πάνυ μὲν οὖν.
081
ΣΩ.
01 φέρε δή, πειρώμεθά σοι εἰπεῖν τί ἐστιν σχῆμα.
02 σκόπει οὖν εἰ τόδε ἀποδέχῃ αὐτὸ εἶναι·
03 ἔστω γὰρ δὴ ἡμῖν τοῦτο σχῆμα, ὃ μόνον τῶν ὄντων τυγχάνει χρώματι ἀεὶ ἑπόμενον.
04 ἱκανῶς σοι, ἢ ἄλλως πως ζητεῖς;
05 ἐγὼ γὰρ κἂν 75c οὕτως ἀγαπῴην εἴ μοι ἀρετὴν εἴποις.
082
ΜΕΝ.
01 ἀλλὰ τοῦτό γε εὔηθες, ὦ Σώκρατες.
084
ΜΕΝ.
01 ὅτι σχῆμά πού ἐστιν κατὰ τὸν σὸν λόγον ὃ ἀεὶ χρόᾳ ἕπεται.
02 εἶεν·
03 εἰ δὲ δὴ τὴν χρόαν τις μὴ φαίη εἰδέναι, ἀλλὰ ὡσαύτως ἀποροῖ ὥσπερ περὶ τοῦ σχήματος, τί ἂν οἴει σοι ἀποκεκρίσθαι;
085
ΣΩ.
01 τἀληθῆ ἔγωγε·
02 καὶ εἰ μέν γε τῶν σοφῶν τις εἴη καὶ ἐριστικῶν τε καὶ ἀγωνιστικῶν ὁ ἐρόμενος, εἴποιμ’ ἂν 75d αὐτῷ ὅτι ἐμοὶ μὲν εἴρηται·
03 εἰ δὲ μὴ ὀρθῶς λέγω, σὸν ἔργον λαμβάνειν λόγον καὶ ἐλέγχειν.
04 εἰ δὲ ὥσπερ ἐγώ τε καὶ σὺ νυνὶ φίλοι ὄντες βούλοιντο ἀλλήλοις διαλέγεσθαι, δεῖ δὴ πρᾳότερόν πως καὶ διαλεκτικώτερον ἀποκρίνεσθαι.
05 ἔστι δὲ ἴσως τὸ διαλεκτικώτερον μὴ μόνον τἀληθῆ ἀποκρίνεσθαι, ἀλλὰ καὶ δι’ ἐκείνων ὧν ἂν προσομολογῇ εἰδέναι ὁ ἐρωτώμενος.
06 πειράσομαι δὴ καὶ ἐγώ σοι οὕτως εἰπεῖν.
07 75e λέγε γάρ μοι·
08 τελευτὴν καλεῖς τι;
09 τοιόνδε λέγω οἷον πέρας καὶ ἔσχατον —
10 πάντα ταῦτα ταὐτόν τι λέγω·
11 ἴσως δ’ ἂν ἡμῖν Πρόδικος διαφέροιτο, ἀλλὰ σύ γέ που καλεῖς πεπεράνθαι τι καὶ τετελευτηκέναι —
12 τὸ τοιοῦτον βούλομαι λέγειν, οὐδὲν ποικίλον.
086
ΜΕΝ.
01 ἀλλὰ καλῶ, καὶ οἶμαι μανθάνειν ὃ λέγεις.
087
76a ΣΩ.
01 τί δ’;
02 ἐπίπεδον καλεῖς τι, καὶ ἕτερον αὖ στερεόν, οἷον ταῦτα τὰ ἐν ταῖς γεωμετρίαις;
089
ΣΩ.
01 ἤδη τοίνυν ἂν μάθοις μου ἐκ τούτων σχῆμα ὃ λέγω.
02 κατὰ γὰρ παντὸς σχήματος τοῦτο λέγω, εἰς ὃ τὸ στερεὸν περαίνει, τοῦτ’ εἶναι σχῆμα·
03 ὅπερ ἂν συλλαβὼν εἴποιμι στερεοῦ πέρας σχῆμα εἶναι.
090
ΜΕΝ.
01 τὸ δὲ χρῶμα τί λέγεις, ὦ Σώκρατες;
091
ΣΩ.
01 ὑβριστής γ’ εἶ, ὦ Μένων·
02 ἀνδρὶ πρεσβύτῃ πράγματα προστάττεις ἀποκρίνεσθαι, αὐτὸς δὲ οὐκ ἐθέλεις 76b ἀναμνησθεὶς εἰπεῖν ὅτι ποτε λέγει Γοργίας ἀρετὴν εἶναι.
092
ΜΕΝ.
01 ἀλλ’ ἐπειδάν μοι σὺ τοῦτ’ εἴπῃς, ὦ Σώκρατες, ἐρῶ σοι.
093
ΣΩ.
01 κἂν κατακεκαλυμμένος τις γνοίη, ὦ Μένων, διαλεγομένου σου, ὅτι καλὸς εἶ καὶ ἐρασταί σοι ἔτι εἰσίν.
095
ΣΩ.
01 ὅτι οὐδὲν ἀλλ’ ἢ ἐπιτάττεις ἐν τοῖς λόγοις, ὅπερ ποιοῦσιν οἱ τρυφῶντες, ἅτε τυραννεύοντες ἕως ἂν ἐν ὥρᾳ 76c ὦσιν, καὶ ἅμα ἐμοῦ ἴσως κατέγνωκας ὅτι εἰμὶ ἥττων τῶν καλῶν·
02 χαριοῦμαι οὖν σοι καὶ ἀποκρινοῦμαι.
096
ΜΕΝ.
01 πάνυ μὲν οὖν χάρισαι.
097
ΣΩ.
01 βούλει οὖν σοι κατὰ Γοργίαν ἀποκρίνωμαι, ᾗ ἂν σὺ μάλιστα ἀκολουθήσαις;
098
ΜΕΝ.
01 βούλομαι·
02 πῶς γὰρ οὔ;
099
ΣΩ.
01 οὐκοῦν λέγετε ἀπορροάς τινας τῶν ὄντων κατὰ Ἐμπεδοκλέα;
101
ΣΩ.
01 καὶ πόρους εἰς οὓς καὶ δι’ ὧν αἱ ἀπορροαὶ πορεύονται;
103
ΣΩ.
01 καὶ τῶν ἀπορροῶν τὰς μὲν ἁρμόττειν ἐνίοις τῶν 76d πόρων, τὰς δὲ ἐλάττους ἢ μείζους εἶναι;
105
ΣΩ.
01 οὐκοῦν καὶ ὄψιν καλεῖς τι;
107
ΣΩ.
01 ἐκ τούτων δὴ σύνες ὅ τοι λέγω,
ἔφη Πίνδαρος.
02 ἔστιν γὰρ χρόα ἀπορροὴ σχημάτων ὄψει σύμμετρος καὶ αἰσθητός.
108
ΜΕΝ.
01 ἄριστά μοι δοκεῖς, ὦ Σώκρατες, ταύτην τὴν ἀπόκρισιν εἰρηκέναι.
109
ΣΩ.
01 ἴσως γάρ σοι κατὰ συνήθειαν εἴρηται·
02 καὶ ἅμα οἶμαι ἐννοεῖς ὅτι ἔχοις ἂν ἐξ αὐτῆς εἰπεῖν καὶ φωνὴν ὃ ἔστι, 76e καὶ ὀσμὴν καὶ ἄλλα πολλὰ τῶν τοιούτων.
110
ΜΕΝ.
01 πάνυ μὲν οὖν.
111
ΣΩ.
01 τραγικὴ γάρ ἐστιν, ὦ Μένων, ἡ ἀπόκρισις, ὥστε ἀρέσκει σοι μᾶλλον ἢ ἡ περὶ τοῦ σχήματος.
113
ΣΩ.
01 ἀλλ’ οὐκ ἔστιν, ὦ παῖ Ἀλεξιδήμου, ὡς ἐγὼ ἐμαυτὸν πείθω, ἀλλ’ ἐκείνη βελτίων·
02 οἶμαι δὲ οὐδ’ ἂν σοὶ δόξαι, εἰ μή, ὥσπερ χθὲς ἔλεγες, ἀναγκαῖόν σοι ἀπιέναι πρὸ τῶν μυστηρίων, ἀλλ’ εἰ περιμείναις τε καὶ μυηθείης.
114
77a ΜΕΝ.
01 ἀλλὰ περιμένοιμ’ ἄν, ὦ Σώκρατες, εἴ μοι πολλὰ τοιαῦτα λέγοις.
115
ΣΩ.
01 ἀλλὰ μὴν προθυμίας γε οὐδὲν ἀπολείψω, καὶ σοῦ ἕνεκα καὶ ἐμαυτοῦ, λέγων τοιαῦτα·
02 ἀλλ’ ὅπως μὴ οὐχ οἷός τ’ ἔσομαι πολλὰ τοιαῦτα λέγειν.
03 ἀλλ’ ἴθι δὴ πειρῶ καὶ σὺ ἐμοὶ τὴν ὑπόσχεσιν ἀποδοῦναι, κατὰ ὅλου εἰπὼν ἀρετῆς πέρι ὅτι ἐστίν, καὶ παῦσαι πολλὰ ποιῶν ἐκ τοῦ ἑνός, ὅπερ φασὶ τοὺς συντρίβοντάς τι ἑκάστοτε οἱ σκώπτοντες, ἀλλὰ ἐάσας ὅλην καὶ ὑγιῆ εἰπὲ τί ἐστιν ἀρετή.
04 τὰ δέ γε παραδείγματα 77b παρ’ ἐμοῦ εἴληφας.
116
ΜΕΝ.
01 δοκεῖ τοίνυν μοι, ὦ Σώκρατες, ἀρετὴ εἶναι, καθάπερ ὁ ποιητὴς λέγει, χαίρειν τε καλοῖσι καὶ δύνασθαι·
02 καὶ ἐγὼ τοῦτο λέγω ἀρετήν, ἐπιθυμοῦντα τῶν καλῶν δυνατὸν εἶναι πορίζεσθαι.
117
ΣΩ.
01 ἆρα λέγεις τὸν τῶν καλῶν ἐπιθυμοῦντα ἀγαθῶν ἐπιθυμητὴν εἶναι;
119
ΣΩ.
01 ἆρα ὡς ὄντων τινῶν οἳ τῶν κακῶν ἐπιθυμοῦσιν, ἑτέρων δὲ οἳ τῶν 77c ἀγαθῶν;
02 οὐ πάντες, ὤριστε, δοκοῦσί σοι τῶν ἀγαθῶν ἐπιθυμεῖν;
121
ΣΩ.
01 ἀλλά τινες τῶν κακῶν;
123
ΣΩ.
01 οἰόμενοι τὰ κακὰ ἀγαθὰ εἶναι, λέγεις, ἢ καὶ γιγνώσκοντες ὅτι κακά ἐστιν ὅμως ἐπιθυμοῦσιν αὐτῶν;
124
ΜΕΝ.
01 ἀμφότερα ἔμοιγε δοκοῦσιν.
125
ΣΩ.
01 ἦ γὰρ δοκεῖ τίς σοι, ὦ Μένων, γιγνώσκων τὰ κακὰ ὅτι κακά ἐστιν ὅμως ἐπιθυμεῖν αὐτῶν;
127
ΣΩ.
01 τί ἐπιθυμεῖν λέγεις;
02 ἦ γενέσθαι αὐτῷ;
128
ΜΕΝ.
01 γενέσθαι·
02 τί γὰρ 77d ἄλλο;
129
ΣΩ.
01 πότερον ἡγούμενος τὰ κακὰ ὠφελεῖν ἐκεῖνον ᾧ ἂν γένηται, ἢ γιγνώσκων τὰ κακὰ ὅτι βλάπτει ᾧ ἂν παρῇ;
130
ΜΕΝ.
01 εἰσὶ μὲν οἳ ἡγούμενοι τὰ κακὰ ὠφελεῖν, εἰσὶν δὲ καὶ οἳ γιγνώσκοντες ὅτι βλάπτει.
131
ΣΩ.
01 ἦ καὶ δοκοῦσί σοι γιγνώσκειν τὰ κακὰ ὅτι κακά ἐστιν οἱ ἡγούμενοι τὰ κακὰ ὠφελεῖν;
132
ΜΕΝ.
01 οὐ πάνυ μοι δοκεῖ τοῦτό γε.
133
ΣΩ.
01 οὐκοῦν δῆλον ὅτι οὗτοι μὲν οὐ τῶν κακῶν ἐπιθυμοῦσιν, 77e οἱ ἀγνοοῦντες αὐτά, ἀλλὰ ἐκείνων ἃ ᾤοντο ἀγαθὰ εἶναι, ἔστιν δὲ ταῦτά γε κακά·
02 ὥστε οἱ ἀγνοοῦντες αὐτὰ καὶ οἰόμενοι ἀγαθὰ εἶναι δῆλον ὅτι τῶν ἀγαθῶν ἐπιθυμοῦσιν.
03 ἢ οὔ;
134
ΜΕΝ.
01 κινδυνεύουσιν οὗτοί γε.
135
ΣΩ.
01 τί δέ;
02 οἱ τῶν κακῶν μὲν ἐπιθυμοῦντες, ὡς φῂς σύ, ἡγούμενοι δὲ τὰ κακὰ βλάπτειν ἐκεῖνον ᾧ ἂν γίγνηται, γιγνώσκουσιν δήπου ὅτι βλαβήσονται ὑπ’ αὐτῶν;
137
ΣΩ.
01 ἀλλὰ τοὺς βλαπτομένους οὗτοι οὐκ οἴονται ἀθλίους εἶναι καθ’ ὅσον βλάπτονται;
138
ΜΕΝ.
01 καὶ τοῦτο ἀνάγκη.
139
ΣΩ.
01 τοὺς δὲ ἀθλίους οὐ κακοδαίμονας;
141
ΣΩ.
01 ἔστιν οὖν ὅστις βούλεται ἄθλιος καὶ κακοδαίμων εἶναι;
142
ΜΕΝ.
01 οὔ μοι δοκεῖ, ὦ Σώκρατες.
143
ΣΩ.
01 οὐκ ἄρα βούλεται, ὦ Μένων, τὰ κακὰ οὐδείς, εἴπερ μὴ βούλεται τοιοῦτος εἶναι.
02 τί γὰρ ἄλλο ἐστὶν ἄθλιον εἶναι ἢ ἐπιθυμεῖν τε τῶν κακῶν καὶ κτᾶσθαι;
144
ΜΕΝ.
01 κινδυνεύεις 78b ἀληθῆ λέγειν, ὦ Σώκρατες·
02 καὶ οὐδεὶς βούλεσθαι τὰ κακά.
145
ΣΩ.
01 οὐκοῦν νυνδὴ ἔλεγες ὅτι ἔστιν ἡ ἀρετὴ βούλεσθαί τε τἀγαθὰ καὶ δύνασθαι;
147
ΣΩ.
01 οὐκοῦν τοῦ λεχθέντος τὸ μὲν βούλεσθαι πᾶσιν ὑπάρχει, καὶ ταύτῃ γε οὐδὲν ὁ ἕτερος τοῦ ἑτέρου βελτίων;
149
ΣΩ.
01 ἀλλὰ δῆλον ὅτι εἴπερ ἐστὶ βελτίων ἄλλος ἄλλου, κατὰ τὸ δύνασθαι ἂν εἴη ἀμείνων.
151
ΣΩ.
01 τοῦτ’ ἔστιν ἄρα, ὡς ἔοικε, κατὰ τὸν σὸν λόγον ἀρετή, 78c δύναμις τοῦ πορίζεσθαι τἀγαθά.
152
ΜΕΝ.
01 παντάπασί μοι δοκεῖ, ὦ Σώκρατες, οὕτως ἔχειν ὡς σὺ νῦν ὑπολαμβάνεις.
153
ΣΩ.
01 ἴδωμεν δὴ καὶ τοῦτο εἰ ἀληθὲς λέγεις·
02 ἴσως γὰρ ἂν εὖ λέγοις.
03 τἀγαθὰ φῂς οἷόν τ’ εἶναι πορίζεσθαι ἀρετὴν εἶναι;
155
ΣΩ.
01 ἀγαθὰ δὲ καλεῖς οὐχὶ οἷον ὑγίειάν τε καὶ πλοῦτον;
156
ΜΕΝ.
01 καὶ χρυσίον λέγω καὶ ἀργύριον κτᾶσθαι καὶ τιμὰς ἐν πόλει καὶ ἀρχάς.
157
ΣΩ.
01 μὴ ἄλλ’ ἄττα λέγεις τἀγαθὰ ἢ τὰ τοιαῦτα;
158
ΜΕΝ.
01 οὔκ, ἀλλὰ 78d πάντα λέγω τὰ τοιαῦτα.
159
ΣΩ.
01 εἶεν·
02 χρυσίον δὲ δὴ καὶ ἀργύριον πορίζεσθαι ἀρετή ἐστιν, ὥς φησι Μένων ὁ τοῦ μεγάλου βασιλέως πατρικὸς ξένος.
03 πότερον προστιθεῖς τούτῳ τῷ πόρῳ, ὦ Μένων, τὸ δικαίως καὶ ὁσίως, ἢ οὐδέν σοι διαφέρει, ἀλλὰ κἂν ἀδίκως τις αὐτὰ πορίζηται, ὁμοίως σὺ αὐτὰ ἀρετὴν καλεῖς;
160
ΜΕΝ.
01 οὐ δήπου, ὦ Σώκρατες.
162
ΜΕΝ.
01 πάντως δήπου.
163
ΣΩ.
01 δεῖ ἄρα, ὡς ἔοικε, τούτῳ τῷ πόρῳ δικαιοσύνην ἢ σωφροσύνην ἢ 78e ὁσιότητα προσεῖναι, ἢ ἄλλο τι μόριον ἀρετῆς·
02 εἰ δὲ μή, οὐκ ἔσται ἀρετή, καίπερ ἐκπορίζουσα τἀγαθά.
164
ΜΕΝ.
01 πῶς γὰρ ἄνευ τούτων ἀρετὴ γένοιτ’ ἄν;
165
ΣΩ.
01 τὸ δὲ μὴ ἐκπορίζειν χρυσίον καὶ ἀργύριον, ὅταν μὴ δίκαιον ᾖ, μήτε αὑτῷ μήτε ἄλλῳ, οὐκ ἀρετὴ καὶ αὕτη ἐστὶν ἡ ἀπορία;
167
ΣΩ.
01 οὐδὲν ἄρα μᾶλλον ὁ πόρος τῶν τοιούτων ἀγαθῶν ἢ ἡ ἀπορία ἀρετὴ ἂν εἴη, ἀλλά, ὡς ἔοικεν, ὃ μὲν ἂν μετὰ δικαιοσύνης γίγνηται, ἀρετὴ ἔσται, ὃ δ’ 79a ἂν ἄνευ πάντων τῶν τοιούτων, κακία.
168
ΜΕΝ.
01 δοκεῖ μοι ἀναγκαῖον εἶναι ὡς λέγεις.
169
ΣΩ.
01 οὐκοῦν τούτων ἕκαστον ὀλίγον πρότερον μόριον ἀρετῆς ἔφαμεν εἶναι, τὴν δικαιοσύνην καὶ σωφροσύνην καὶ πάντα τὰ τοιαῦτα;
171
ΣΩ.
01 εἶτα, ὦ Μένων, παίζεις πρός με;
172
ΜΕΝ.
01 τί δή, ὦ Σώκρατες;
173
ΣΩ.
01 ὅτι ἄρτι ἐμοῦ δεηθέντος σου μὴ καταγνύναι μηδὲ κερματίζειν τὴν ἀρετήν, καὶ δόντος παραδείγματα καθ’ ἃ δέοι ἀποκρίνεσθαι, τούτου μὲν ἠμέλησας, λέγεις δέ μοι ὅτι ἀρετή 79b ἐστιν οἷόν τ’ εἶναι τἀγαθὰ πορίζεσθαι μετὰ δικαιοσύνης·
02 τοῦτο δὲ φῂς μόριον ἀρετῆς εἶναι;
175
ΣΩ.
01 οὐκοῦν συμβαίνει ἐξ ὧν σὺ ὁμολογεῖς, τὸ μετὰ μορίου ἀρετῆς πράττειν ὅτι ἂν πράττῃ, τοῦτο ἀρετὴν εἶναι·
02 τὴν γὰρ δικαιοσύνην μόριον φῂς ἀρετῆς εἶναι, καὶ ἕκαστα τούτων.
03 τί οὖν δὴ τοῦτο λέγω;
04 ὅτι ἐμοῦ δεηθέντος ὅλον εἰπεῖν τὴν ἀρετήν, αὐτὴν μὲν πολλοῦ δεῖς εἰπεῖν ὅτι ἐστίν, πᾶσαν δὲ φῂς πρᾶξιν ἀρετὴν εἶναι, ἐάνπερ μετὰ μορίου 79c ἀρετῆς πράττηται, ὥσπερ εἰρηκὼς ὅτι ἀρετή ἐστιν τὸ ὅλον καὶ ἤδη γνωσομένου ἐμοῦ, καὶ ἐὰν σὺ κατακερματίζῃς αὐτὴν κατὰ μόρια.
05 δεῖται οὖν σοι πάλιν ἐξ ἀρχῆς, ὡς ἐμοὶ δοκεῖ, τῆς αὐτῆς ἐρωτήσεως, ὦ φίλε Μένων, τί ἐστιν ἀρετή, εἰ μετὰ μορίου ἀρετῆς πᾶσα πρᾶξις ἀρετὴ ἂν εἴη;
06 τοῦτο γάρ ἐστιν λέγειν, ὅταν λέγῃ τις, ὅτι πᾶσα ἡ μετὰ δικαιοσύνης πρᾶξις ἀρετή ἐστιν.
07 ἢ οὐ δοκεῖ σοι πάλιν δεῖσθαι τῆς αὐτῆς ἐρωτήσεως, ἀλλ’ οἴει τινὰ εἰδέναι μόριον ἀρετῆς ὅτι ἐστίν, αὐτὴν μὴ εἰδότα;
176
ΜΕΝ.
01 οὐκ ἔμοιγε δοκεῖ.
177
79d ΣΩ.
01 εἰ γὰρ καὶ μέμνησαι, ὅτ’ ἐγώ σοι ἄρτι ἀπεκρινάμην περὶ τοῦ σχήματος, ἀπεβάλλομέν που τὴν τοιαύτην ἀπόκρισιν τὴν διὰ τῶν ἔτι ζητουΜένων καὶ μήπω ὡμολογηΜένων ἐπιχειροῦσαν ἀποκρίνεσθαι.
178
ΜΕΝ.
01 καὶ ὀρθῶς γε ἀπεβάλλομεν, ὦ Σώκρατες.
179
ΣΩ.
01 μὴ τοίνυν, ὦ ἄριστε, μηδὲ σὺ ἔτι ζητουμένης ἀρετῆς ὅλης ὅτι ἐστὶν οἴου διὰ τῶν ταύτης μορίων ἀποκρινόμενος δηλώσειν αὐτὴν ὁτῳοῦν, ἢ ἄλλο ὁτιοῦν τούτῳ τῷ αὐτῷ 79e τρόπῳ λέγων, ἀλλὰ πάλιν τῆς αὐτῆς δεήσεσθαι ἐρωτήσεως, τίνος ὄντος ἀρετῆς λέγεις ἃ λέγεις·
02 ἢ οὐδέν σοι δοκῶ λέγειν;
180
ΜΕΝ.
01 ἔμοιγε δοκεῖς ὀρθῶς λέγειν.
181
ΣΩ.
01 ἀπόκριναι τοίνυν πάλιν ἐξ ἀρχῆς·
02 τί φῂς ἀρετὴν εἶναι καὶ σὺ καὶ ὁ ἑταῖρός σου;
182
ΜΕΝ.
01 ὦ Σώκρατες, ἤκουον μὲν ἔγωγε πρὶν καὶ συγγενέσθαι 80a σοι ὅτι σὺ οὐδὲν ἄλλο ἢ αὐτός τε ἀπορεῖς καὶ τοὺς ἄλλους ποιεῖς ἀπορεῖν·
02 καὶ νῦν, ὥς γέ μοι δοκεῖς, γοητεύεις με καὶ φαρμάττεις καὶ ἀτεχνῶς κατεπᾴδεις, ὥστε μεστὸν ἀπορίας γεγονέναι.
03 καὶ δοκεῖς μοι παντελῶς, εἰ δεῖ τι καὶ σκῶψαι, ὁμοιότατος εἶναι τό τε εἶδος καὶ τἆλλα ταύτῃ τῇ πλατείᾳ νάρκῃ τῇ θαλαττίᾳ·
04 καὶ γὰρ αὕτη τὸν ἀεὶ πλησιάζοντα καὶ ἁπτόμενον ναρκᾶν ποιεῖ, καὶ σὺ δοκεῖς μοι νῦν ἐμὲ τοιοῦτόν τι πεποιηκέναι, ναρκᾶν ·
05 ἀληθῶς γὰρ ἔγωγε καὶ 80b τὴν ψυχὴν καὶ τὸ στόμα ναρκῶ, καὶ οὐκ ἔχω ὅτι ἀποκρίνωμαί σοι.
06 καίτοι μυριάκις γε περὶ ἀρετῆς παμπόλλους λόγους εἴρηκα καὶ πρὸς πολλούς, καὶ πάνυ εὖ, ὥς γε ἐμαυτῷ ἐδόκουν·
07 νῦν δὲ οὐδ’ ὅτι ἐστὶν τὸ παράπαν ἔχω εἰπεῖν.
08 καί μοι δοκεῖς εὖ βουλεύεσθαι οὐκ ἐκπλέων ἐνθένδε οὐδ’ ἀποδημῶν·
09 εἰ γὰρ ξένος ἐν ἄλλῃ πόλει τοιαῦτα ποιοῖς, τάχ’ ἂν ὡς γόης ἀπαχθείης.
183
ΣΩ.
01 πανοῦργος εἶ, ὦ Μένων, καὶ ὀλίγου ἐξηπάτησάς με.
184
ΜΕΝ.
01 τί μάλιστα, ὦ Σώκρατες;
185
80c ΣΩ.
01 γιγνώσκω οὗ ἕνεκά με ᾔκασας.
186
ΜΕΝ.
01 τίνος δὴ οἴει;
187
ΣΩ.
01 ἵνα σε ἀντεικάσω.
02 ἐγὼ δὲ τοῦτο οἶδα περὶ πάντων τῶν καλῶν, ὅτι χαίρουσιν εἰκαζόμενοι —
03 λυσιτελεῖ γὰρ αὐτοῖς·
04 καλαὶ γὰρ οἶμαι τῶν καλῶν καὶ αἱ εἰκόνες —
05 ἀλλ’ οὐκ ἀντεικάσομαί σε.
06 ἐγὼ δέ, εἰ μὲν ἡ νάρκη αὐτὴ ναρκῶσα οὕτω καὶ τοὺς ἄλλους ποιεῖ ναρκᾶν, ἔοικα αὐτῇ·
07 εἰ δὲ μή, οὔ.
08 οὐ γὰρ εὐπορῶν αὐτὸς τοὺς ἄλλους ποιῶ ἀπορεῖν, ἀλλὰ παντὸς μᾶλλον αὐτὸς ἀπορῶν οὕτως καὶ τοὺς ἄλλους ποιῶ 80d ἀπορεῖν.
09 καὶ νῦν περὶ ἀρετῆς ὃ ἔστιν ἐγὼ μὲν οὐκ οἶδα, σὺ μέντοι ἴσως πρότερον μὲν ᾔδησθα πρὶν ἐμοῦ ἅψασθαι, νῦν μέντοι ὅμοιος εἶ οὐκ εἰδότι.
10 ὅμως δὲ ἐθέλω μετὰ σοῦ σκέψασθαι καὶ συζητῆσαι ὅτι ποτέ ἐστιν.
188
ΜΕΝ.
01 καὶ τίνα τρόπον ζητήσεις, ὦ Σώκρατες, τοῦτο ὃ μὴ οἶσθα τὸ παράπαν ὅτι ἐστίν;
02 ποῖον γὰρ ὧν οὐκ οἶσθα προθέμενος ζητήσεις;
03 ἢ εἰ καὶ ὅτι μάλιστα ἐντύχοις αὐτῷ, πῶς εἴσῃ ὅτι τοῦτό ἐστιν ὃ σὺ οὐκ ᾔδησθα;
189
80e ΣΩ.
01 μανθάνω οἷον βούλει λέγειν, ὦ Μένων.
02 ὁρᾷς τοῦτον ὡς ἐριστικὸν λόγον κατάγεις, ὡς οὐκ ἄρα ἔστιν ζητεῖν ἀνθρώπῳ οὔτε ὃ οἶδε οὔτε ὃ μὴ οἶδε;
03 οὔτε γὰρ ἂν ὅ γε οἶδεν ζητοῖ —
04 οἶδεν γάρ, καὶ οὐδὲν δεῖ τῷ γε τοιούτῳ ζητήσεως —
05 οὔτε ὃ μὴ οἶδεν —
06 οὐδὲ γὰρ οἶδεν ὅτι ζητήσει.
190
81a ΜΕΝ.
01 οὐκοῦν καλῶς σοι δοκεῖ λέγεσθαι ὁ λόγος οὗτος, ὦ Σώκρατες;
192
ΜΕΝ.
01 ἔχεις λέγειν ὅπῃ;
193
ΣΩ.
01 ἔγωγε·
02 ἀκήκοα γὰρ ἀνδρῶν τε καὶ γυναικῶν σοφῶν περὶ τὰ θεῖα πράγματα —
194
ΜΕΝ.
01 τίνα λόγον λεγόντων;
195
ΣΩ.
01 ἀληθῆ, ἔμοιγε δοκεῖν, καὶ καλόν.
196
ΜΕΝ.
01 τίνα τοῦτον, καὶ τίνες οἱ λέγοντες;
197
ΣΩ.
01 οἱ μὲν λέγοντές εἰσι τῶν ἱερέων τε καὶ τῶν ἱερειῶν ὅσοις μεμέληκε περὶ ὧν μεταχειρίζονται λόγον οἵοις τ’ εἶναι 81b διδόναι·
02 λέγει δὲ καὶ Πίνδαρος καὶ ἄλλοι πολλοὶ τῶν ποιητῶν ὅσοι θεῖοί εἰσιν.
03 ἃ δὲ λέγουσιν, ταυτί ἐστιν·
04 ἀλλὰ σκόπει εἴ σοι δοκοῦσιν ἀληθῆ λέγειν.
05 φασὶ γὰρ τὴν ψυχὴν τοῦ ἀνθρώπου εἶναι ἀθάνατον, καὶ τοτὲ μὲν τελευτᾶν —
06 ὃ δὴ ἀποθνῄσκειν καλοῦσι —
07 τοτὲ δὲ πάλιν γίγνεσθαι, ἀπόλλυσθαι δ’ οὐδέποτε·
08 δεῖν δὴ διὰ ταῦτα ὡς ὁσιώτατα διαβιῶναι τὸν βίον·
09 οἷσιν γὰρ ἂν —
10 Φερσεφόνα ποινὰν παλαιοῦ πένθεος δέξεται, εἰς τὸν ὕπερθεν ἅλιον κείνων ἐνάτῳ ἔτεϊ ἀνδιδοῖ ψυχὰς πάλιν, 81c ἐκ τᾶν βασιλῆες ἀγαυοὶ καὶ σθένει κραιπνοὶ σοφίᾳ τε μέγιστοι ἄνδρες αὔξοντ’·
11 ἐς δὲ τὸν λοιπὸν χρόνον ἥρωες ἁγνοὶ πρὸς ἀνθρώπων καλεῦνται.
12 ἅτε οὖν ἡ ψυχὴ ἀθάνατός τε οὖσα καὶ πολλάκις γεγονυῖα, καὶ ἑωρακυῖα καὶ τὰ ἐνθάδε καὶ τὰ ἐν Ἅιδου καὶ πάντα χρήματα, οὐκ ἔστιν ὅτι οὐ μεμάθηκεν·
13 ὥστε οὐδὲν θαυμαστὸν καὶ περὶ ἀρετῆς καὶ περὶ ἄλλων οἷόν τ’ εἶναι αὐτὴν ἀναμνησθῆναι, ἅ γε καὶ πρότερον ἠπίστατο.
14 ἅτε γὰρ τῆς φύσεως 81d ἁπάσης συγγενοῦς οὔσης, καὶ μεμαθηκυίας τῆς ψυχῆς ἅπαντα, οὐδὲν κωλύει ἓν μόνον ἀναμνησθέντα —
15 ὃ δὴ μάθησιν καλοῦσιν ἄνθρωποι —
16 τἆλλα πάντα αὐτὸν ἀνευρεῖν, ἐάν τις ἀνδρεῖος ᾖ καὶ μὴ ἀποκάμνῃ ζητῶν·
17 τὸ γὰρ ζητεῖν ἄρα καὶ τὸ μανθάνειν ἀνάμνησις ὅλον ἐστίν.
18 οὔκουν δεῖ πείθεσθαι τούτῳ τῷ ἐριστικῷ λόγῳ·
19 οὗτος μὲν γὰρ ἂν ἡμᾶς ἀργοὺς ποιήσειεν καὶ ἔστιν τοῖς μαλακοῖς τῶν ἀνθρώπων ἡδὺς ἀκοῦσαι, ὅδε 81e δὲ ἐργατικούς τε καὶ ζητητικοὺς ποιεῖ·
20 ᾧ ἐγὼ πιστεύων ἀληθεῖ εἶναι ἐθέλω μετὰ σοῦ ζητεῖν ἀρετὴ ὅτι ἐστίν.
198
ΜΕΝ.
01 ναί, ὦ Σώκρατες·
02 ἀλλὰ πῶς λέγεις τοῦτο, ὅτι οὐ μανθάνομεν, ἀλλὰ ἣν καλοῦμεν μάθησιν ἀνάμνησίς ἐστιν;
03 ἔχεις με τοῦτο διδάξαι ὡς οὕτως ἔχει;
199
ΣΩ.
01 καὶ ἄρτι εἶπον, ὦ Μένων, ὅτι πανοῦργος εἶ, καὶ 82a νῦν ἐρωτᾷς εἰ ἔχω σε διδάξαι, ὃς οὔ φημι διδαχὴν εἶναι ἀλλ’ ἀνάμνησιν, ἵνα δὴ εὐθὺς φαίνωμαι αὐτὸς ἐμαυτῷ τἀναντία λέγων.
200
ΜΕΝ.
01 οὐ μὰ τὸν Δία, ὦ Σώκρατες, οὐ πρὸς τοῦτο βλέψας εἶπον, ἀλλ’ ὑπὸ τοῦ ἔθους·
02 ἀλλ’ εἴ πώς μοι ἔχεις ἐνδείξασθαι ὅτι ἔχει ὥσπερ λέγεις, ἔνδειξαι.
201
ΣΩ.
01 ἀλλ’ ἔστι μὲν οὐ ῥᾴδιον, ὅμως δὲ ἐθέλω προθυμηθῆναι σοῦ ἕνεκα.
02 ἀλλά μοι προσκάλεσον τῶν πολλῶν 82b ἀκολούθων τουτωνὶ τῶν σαυτοῦ ἕνα, ὅντινα βούλει, ἵνα ἐν τούτῳ σοι ἐπιδείξωμαι.
202
ΜΕΝ.
01 πάνυ γε.
02 δεῦρο πρόσελθε.
203
ΣΩ.
01 Ἕλλην μέν ἐστι καὶ ἑλληνίζει;
204
ΜΕΝ.
01 πάνυ γε σφόδρα, οἰκογενής γε.
205
ΣΩ.
01 πρόσεχε δὴ τὸν νοῦν ὁπότερ’ ἄν σοι φαίνηται, ἢ ἀναμιμνῃσκόμενος ἢ μανθάνων παρ’ ἐμοῦ.
206
ΜΕΝ.
01 ἀλλὰ προσέξω.
207
ΣΩ.
01 εἰπὲ δή μοι, ὦ παῖ, γιγνώσκεις τετράγωνον χωρίον ὅτι τοιοῦτόν ἐστιν;
209
ΣΩ.
01 ἔστιν οὖν 82c τετράγωνον χωρίον ἴσας ἔχον τὰς γραμμὰς ταύτας πάσας, τέτταρας οὔσας;
211
ΣΩ.
01 οὐ καὶ ταυτασὶ τὰς διὰ μέσου ἐστὶν ἴσας ἔχον;
213
ΣΩ.
01 οὐκοῦν εἴη ἂν τοιοῦτον χωρίον καὶ μεῖζον καὶ ἔλαττον;
215
ΣΩ.
01 εἰ οὖν εἴη αὕτη ἡ πλευρὰ δυοῖν ποδοῖν καὶ αὕτη δυοῖν, πόσων ἂν εἴη ποδῶν τὸ ὅλον;
02 ὧδε δὲ σκόπει·
03 εἰ ἦν ταύτῃ δυοῖν ποδοῖν, ταύτῃ δὲ ἑνὸς ποδὸς μόνον, ἄλλο τι ἅπαξ ἂν ἦν δυοῖν ποδοῖν τὸ χωρίον;
217
ΣΩ.
01 ἐπειδὴ δὲ δυοῖν ποδοῖν καὶ ταύτῃ, ἄλλο τι ἢ δὶς δυοῖν γίγνεται;
219
ΣΩ.
01 δυοῖν ἄρα δὶς γίγνεται ποδῶν;
221
ΣΩ.
01 πόσοι οὖν εἰσιν οἱ δύο δὶς πόδες;
02 λογισάμενος εἰπέ.
222
ΠΑΙ.
01 τέτταρες, ὦ Σώκρατες.
223
ΣΩ.
01 οὐκοῦν γένοιτ’ ἂν τούτου τοῦ χωρίου ἕτερον διπλάσιον, τοιοῦτον δέ, ἴσας ἔχον πάσας τὰς γραμμὰς ὥσπερ τοῦτο;
225
ΣΩ.
01 πόσων οὖν ἔσται ποδῶν;
227
ΣΩ.
01 φέρε δή, πειρῶ μοι εἰπεῖν πηλίκη τις ἔσται 82e ἐκείνου ἡ γραμμὴ ἑκάστη.
02 ἡ μὲν γὰρ τοῦδε δυοῖν ποδοῖν·
03 τί δὲ ἡ ἐκείνου τοῦ διπλασίου;
228
ΠΑΙ.
01 δῆλον δή, ὦ Σώκρατες, ὅτι διπλασία.
229
ΣΩ.
01 ὁρᾷς, ὦ Μένων, ὡς ἐγὼ τοῦτον οὐδὲν διδάσκω, ἀλλ’ ἐρωτῶ πάντα;
02 καὶ νῦν οὗτος οἴεται εἰδέναι ὁποία ἐστὶν ἀφ’ ἧς τὸ ὀκτώπουν χωρίον γενήσεται·
03 ἢ οὐ δοκεῖ σοι;
233
ΣΩ.
01 οἴεται δέ γε ἀπὸ τῆς διπλασίας;
235
ΣΩ.
01 θεῶ δὴ αὐτὸν ἀναμιμνῃσκόμενον ἐφεξῆς, ὡς δεῖ ἀναμιμνῄσκεσθαι.
02 ¶ σὺ δέ μοι λέγε·
03 ἀπὸ τῆς διπλασίας γραμμῆς φῂς τὸ 83a διπλάσιον χωρίον γίγνεσθαι;
04 τοιόνδε λέγω, μὴ ταύτῃ μὲν μακρόν, τῇ δὲ βραχύ, ἀλλὰ ἴσον πανταχῇ ἔστω ὥσπερ τουτί, διπλάσιον δὲ τούτου, ὀκτώπουν·
05 ἀλλ’ ὅρα εἰ ἔτι σοι ἀπὸ τῆς διπλασίας δοκεῖ ἔσεσθαι.
237
ΣΩ.
01 οὐκοῦν διπλασία αὕτη ταύτης γίγνεται, ἂν ἑτέραν τοσαύτην προσθῶμεν ἐνθένδε;
239
ΣΩ.
01 ἀπὸ ταύτης δή, φῄς, ἔσται τὸ ὀκτώπουν χωρίον, ἂν τέτταρες τοσαῦται 83b γένωνται;
241
ΣΩ.
01 ἀναγραψώμεθα δὴ ἀπ’ αὐτῆς ἴσας τέτταρας.
02 ἄλλο τι ἢ τουτὶ ἂν εἴη ὃ φῂς τὸ ὀκτώπουν εἶναι;
243
ΣΩ.
01 οὐκοῦν ἐν αὐτῷ ἐστιν ταυτὶ τέτταρα, ὧν ἕκαστον ἴσον τούτῳ ἐστὶν τῷ τετράποδι;
245
ΣΩ.
01 πόσον οὖν γίγνεται;
02 οὐ τετράκις τοσοῦτον;
247
ΣΩ.
01 διπλάσιον οὖν ἐστιν τὸ τετράκις τοσοῦτον;
249
ΣΩ.
01 ἀλλὰ ποσαπλάσιον;
250
ΠΑΙ.
01 τετραπλάσιον.
251
ΣΩ.
01 ἀπὸ τῆς διπλασίας 83c ἄρα, ὦ παῖ, οὐ διπλάσιον ἀλλὰ τετραπλάσιον γίγνεται χωρίον.
252
ΠΑΙ.
01 ἀληθῆ λέγεις.
253
ΣΩ.
01 τεττάρων γὰρ τετράκις ἐστὶν ἑκκαίδεκα.
02 οὐχί;
255
ΣΩ.
01 ὀκτώπουν δ’ ἀπὸ ποίας γραμμῆς;
02 οὐχὶ ἀπὸ μὲν ταύτης τετραπλάσιον;
257
ΣΩ.
01 τετράπουν δὲ ἀπὸ τῆς ἡμισέας ταυτησὶ τουτί;
259
ΣΩ.
01 εἶεν·
02 τὸ δὲ ὀκτώπουν οὐ τοῦδε μὲν διπλάσιόν ἐστιν, τούτου δὲ ἥμισυ;
261
ΣΩ.
01 οὐκ ἀπὸ μὲν μείζονος ἔσται ἢ τοσαύτης γραμμῆς, ἀπὸ ἐλάττονος δὲ ἢ 83d τοσησδί;
02 ἢ οὔ;
262
ΠΑΙ.
01 ἔμοιγε δοκεῖ οὕτω.
263
ΣΩ.
01 καλῶς·
02 τὸ γάρ σοι δοκοῦν τοῦτο ἀποκρίνου.
03 καί μοι λέγε·
04 οὐχ ἥδε μὲν δυοῖν ποδοῖν ἦν, ἡ δὲ τεττάρων;
265
ΣΩ.
01 δεῖ ἄρα τὴν τοῦ ὀκτώποδος χωρίου γραμμὴν μείζω μὲν εἶναι τῆσδε τῆς δίποδος, ἐλάττω δὲ τῆς τετράποδος.
267
83e ΣΩ.
01 πειρῶ δὴ λέγειν πηλίκην τινὰ φῂς αὐτὴν εἶναι.
269
ΣΩ.
01 οὐκοῦν ἄνπερ τρίπους ᾖ, τὸ ἥμισυ ταύτης προσληψόμεθα καὶ ἔσται τρίπους;
02 δύο μὲν γὰρ οἵδε, ὁ δὲ εἷς·
03 καὶ ἐνθένδε ὡσαύτως δύο μὲν οἵδε, ὁ δὲ εἷς·
04 καὶ γίγνεται τοῦτο τὸ χωρίον ὃ φῄς.
271
ΣΩ.
01 οὐκοῦν ἂν ᾖ τῇδε τριῶν καὶ τῇδε τριῶν, τὸ ὅλον χωρίον τριῶν τρὶς ποδῶν γίγνεται;
273
ΣΩ.
01 τρεῖς δὲ τρὶς πόσοι εἰσὶ πόδες;
275
ΣΩ.
01 ἔδει δὲ τὸ διπλάσιον πόσων εἶναι ποδῶν;
277
ΣΩ.
01 οὐδ’ ἄρ’ ἀπὸ τῆς τρίποδός πω τὸ ὀκτώπουν χωρίον γίγνεται.
279
ΣΩ.
01 ἀλλ’ ἀπὸ ποίας;
02 πειρῶ ἡμῖν εἰπεῖν ἀκριβῶς·
03 καὶ 84a εἰ μὴ βούλει ἀριθμεῖν, ἀλλὰ δεῖξον ἀπὸ ποίας.
280
ΠΑΙ.
01 ἀλλὰ μὰ τὸν Δία, ὦ Σώκρατες, ἔγωγε οὐκ οἶδα.
281
ΣΩ.
01 ἐννοεῖς αὖ, ὦ Μένων, οὗ ἐστιν ἤδη βαδίζων ὅδε τοῦ ἀναμιμνῄσκεσθαι;
02 ὅτι τὸ μὲν πρῶτον ᾔδει μὲν οὔ, ἥτις ἐστὶν ἡ τοῦ ὀκτώποδος χωρίου γραμμή, ὥσπερ οὐδὲ νῦν πω οἶδεν, ἀλλ’ οὖν ᾤετό γ’ αὐτὴν τότε εἰδέναι, καὶ θαρραλέως ἀπεκρίνετο ὡς εἰδώς, καὶ οὐχ ἡγεῖτο ἀπορεῖν·
03 νῦν δὲ ἡγεῖται 84b ἀπορεῖν ἤδη, καὶ ὥσπερ οὐκ οἶδεν, οὐδ’ οἴεται εἰδέναι.
282
ΜΕΝ.
01 ἀληθῆ λέγεις.
283
ΣΩ.
01 οὐκοῦν νῦν βέλτιον ἔχει περὶ τὸ πρᾶγμα ὃ οὐκ ᾔδει;
284
ΜΕΝ.
01 καὶ τοῦτό μοι δοκεῖ.
285
ΣΩ.
01 ἀπορεῖν οὖν αὐτὸν ποιήσαντες καὶ ναρκᾶν ὥσπερ ἡ νάρκη, μῶν τι ἐβλάψαμεν;
286
ΜΕΝ.
01 οὐκ ἔμοιγε δοκεῖ.
287
ΣΩ.
01 προὔργου γοῦν τι πεποιήκαμεν, ὡς ἔοικε, πρὸς τὸ ἐξευρεῖν ὅπῃ ἔχει·
02 νῦν μὲν γὰρ καὶ ζητήσειεν ἂν ἡδέως οὐκ εἰδώς, τότε δὲ ῥᾳδίως ἂν καὶ πρὸς πολλοὺς καὶ πολλάκις 84c ᾤετ’ ἂν εὖ λέγειν περὶ τοῦ διπλασίου χωρίου, ὡς δεῖ διπλασίαν τὴν γραμμὴν ἔχειν μήκει.
289
ΣΩ.
01 οἴει οὖν ἂν αὐτὸν πρότερον ἐπιχειρῆσαι ζητεῖν ἢ μανθάνειν τοῦτο ὃ ᾤετο εἰδέναι οὐκ εἰδώς, πρὶν εἰς ἀπορίαν κατέπεσεν ἡγησάμενος μὴ εἰδέναι, καὶ ἐπόθησεν τὸ εἰδέναι;
290
ΜΕΝ.
01 οὔ μοι δοκεῖ, ὦ Σώκρατες.
291
ΣΩ.
01 ὤνητο ἄρα ναρκήσας;
293
ΣΩ.
01 σκέψαι δὴ ἐκ ταύτης τῆς ἀπορίας ὅτι καὶ ἀνευρήσει ζητῶν μετ’ ἐμοῦ, οὐδὲν ἀλλ’ ἢ ἐρωτῶντος ἐμοῦ καὶ οὐ διδάσκοντος·
02 84d φύλαττε δὲ ἄν που εὕρῃς με διδάσκοντα καὶ διεξιόντα αὐτῷ, ἀλλὰ μὴ τὰς τούτου δόξας ἀνερωτῶντα.
03 ¶ λέγε γάρ μοι σύ·
04 οὐ τὸ μὲν τετράπουν τοῦτο ἡμῖν ἐστι χωρίον;
05 μανθάνεις;
295
ΣΩ.
01 ἕτερον δὲ αὐτῷ προσθεῖμεν ἂν τουτὶ ἴσον;
297
ΣΩ.
01 καὶ τρίτον τόδε ἴσον ἑκατέρῳ τούτων;
299
ΣΩ.
01 οὐκοῦν προσαναπληρωσαίμεθ’ ἂν τὸ ἐν τῇ γωνίᾳ τόδε;
301
ΣΩ.
01 ἄλλο τι οὖν γένοιτ’ ἂν τέτταρα ἴσα χωρία 84e τάδε;
303
ΣΩ.
01 τί οὖν;
02 τὸ ὅλον τόδε ποσαπλάσιον τοῦδε γίγνεται;
304
ΠΑΙ.
01 τετραπλάσιον.
305
ΣΩ.
01 ἔδει δέ γε διπλάσιον ἡμῖν γενέσθαι·
02 ἢ οὐ μέμνησαι;
307
ΣΩ.
01 οὐκοῦν ἐστιν αὕτη γραμμὴ ἐκ γωνίας εἰς γωνίαν 85a τινὰ τέμνουσα δίχα ἕκαστον τούτων τῶν χωρίων;
309
ΣΩ.
01 οὐκοῦν τέτταρες αὗται γίγνονται γραμμαὶ ἴσαι, περιέχουσαι τουτὶ τὸ χωρίον;
310
ΠΑΙ.
01 γίγνονται γάρ.
311
ΣΩ.
01 σκόπει δή·
02 πηλίκον τί ἐστιν τοῦτο τὸ χωρίον;
313
ΣΩ.
01 οὐχὶ τεττάρων ὄντων τούτων ἥμισυ ἑκάστου ἑκάστη ἡ γραμμὴ ἀποτέτμηκεν ἐντός;
02 ἢ οὔ;
315
ΣΩ.
01 πόσα οὖν τηλικαῦτα ἐν τούτῳ ἔνεστιν;
317
ΣΩ.
01 πόσα δὲ ἐν τῷδε;
319
ΣΩ.
01 τὰ δὲ τέτταρα τοῖν δυοῖν τί ἐστιν;
321
ΣΩ.
01 τόδε οὖν 85b ποσάπουν γίγνεται;
323
ΣΩ.
01 ἀπὸ ποίας γραμμῆς;
325
ΣΩ.
01 ἀπὸ τῆς ἐκ γωνίας εἰς γωνίαν τεινούσης τοῦ τετράποδος;
327
ΣΩ.
01 καλοῦσιν δέ γε ταύτην διάμετρον οἱ σοφισταί·
02 ὥστ’ εἰ ταύτῃ διάμετρος ὄνομα, ἀπὸ τῆς διαμέτρου ἄν, ὡς σὺ φῄς, ὦ παῖ Μένωνος, γίγνοιτ’ ἂν τὸ διπλάσιον χωρίον.
328
ΠΑΙ.
01 πάνυ μὲν οὖν, ὦ Σώκρατες.
329
ΣΩ.
01 τί σοι δοκεῖ, ὦ Μένων;
02 ἔστιν ἥντινα δόξαν οὐχ αὑτοῦ οὗτος ἀπεκρίνατο;
330
85c ΜΕΝ.
01 οὔκ, ἀλλ’ ἑαυτοῦ.
331
ΣΩ.
01 καὶ μὴν οὐκ ᾔδει γε, ὡς ἔφαμεν ὀλίγον πρότερον.
332
ΜΕΝ.
01 ἀληθῆ λέγεις.
333
ΣΩ.
01 ἐνῆσαν δέ γε αὐτῷ αὗται αἱ δόξαι·
02 ἢ οὔ;
335
ΣΩ.
01 τῷ οὐκ εἰδότι ἄρα περὶ ὧν ἂν μὴ εἰδῇ ἔνεισιν ἀληθεῖς δόξαι περὶ τούτων ὧν οὐκ οἶδε;
337
ΣΩ.
01 καὶ νῦν μέν γε αὐτῷ ὥσπερ ὄναρ ἄρτι ἀνακεκίνηνται αἱ δόξαι αὗται·
02 εἰ δὲ αὐτόν τις ἀνερήσεται πολλάκις τὰ αὐτὰ ταῦτα καὶ πολλαχῇ, οἶσθ’ ὅτι τελευτῶν οὐδενὸς ἧττον ἀκριβῶς 85d ἐπιστήσεται περὶ τούτων.
339
ΣΩ.
01 οὐκοῦν οὐδενὸς διδάξαντος ἀλλ’ ἐρωτήσαντος ἐπιστήσεται, ἀναλαβὼν αὐτὸς ἐξ αὑτοῦ τὴν ἐπιστήμην;
341
ΣΩ.
01 τὸ δὲ ἀναλαμβάνειν αὐτὸν ἐν αὑτῷ ἐπιστήμην οὐκ ἀναμιμνῄσκεσθαί ἐστιν;
343
ΣΩ.
01 ἆρ’ οὖν οὐ τὴν ἐπιστήμην, ἣν νῦν οὗτος ἔχει, ἤτοι ἔλαβέν ποτε ἢ ἀεὶ εἶχεν;
345
ΣΩ.
01 οὐκοῦν εἰ μὲν ἀεὶ εἶχεν, ἀεὶ καὶ ἦν ἐπιστήμων·
02 εἰ δὲ ἔλαβέν ποτε, οὐκ ἂν ἔν γε τῷ νῦν βίῳ εἰληφὼς εἴη.
03 ἢ 85e δεδίδαχέν τις τοῦτον γεωμετρεῖν;
04 οὗτος γὰρ ποιήσει περὶ πάσης γεωμετρίας ταὐτὰ ταῦτα, καὶ τῶν ἄλλων μαθημάτων ἁπάντων.
05 ἔστιν οὖν ὅστις τοῦτον πάντα δεδίδαχεν;
06 δίκαιος γάρ που εἶ εἰδέναι, ἄλλως τε ἐπειδὴ ἐν τῇ σῇ οἰκίᾳ γέγονεν καὶ τέθραπται.
346
ΜΕΝ.
01 ἀλλ’ οἶδα ἔγωγε ὅτι οὐδεὶς πώποτε ἐδίδαξεν.
347
ΣΩ.
01 ἔχει δὲ ταύτας τὰς δόξας, ἢ οὐχί;
348
ΜΕΝ.
01 ἀνάγκη, ὦ Σώκρατες, φαίνεται.
349
ΣΩ.
01 εἰ δὲ μὴ ἐν τῷ νῦν βίῳ λαβών, οὐκ ἤδη τοῦτο 86a δῆλον, ὅτι ἐν ἄλλῳ τινὶ χρόνῳ εἶχε καὶ ἐμεμαθήκει;
351
ΣΩ.
01 οὐκοῦν οὗτός γέ ἐστιν ὁ χρόνος ὅτ’ οὐκ ἦν ἄνθρωπος;
353
ΣΩ.
01 εἰ οὖν ὅν τ’ ἂν ᾖ χρόνον καὶ ὃν ἂν μὴ ᾖ ἄνθρωπος, ἐνέσονται αὐτῷ ἀληθεῖς δόξαι, αἳ ἐρωτήσει ἐπεγερθεῖσαι ἐπιστῆμαι γίγνονται, ἆρ’ οὖν τὸν ἀεὶ χρόνον μεμαθηκυῖα ἔσται ἡ ψυχὴ αὐτοῦ;
02 δῆλον γὰρ ὅτι τὸν πάντα χρόνον ἔστιν ἢ οὐκ ἔστιν ἄνθρωπος.
355
86b ΣΩ.
01 οὐκοῦν εἰ ἀεὶ ἡ ἀλήθεια ἡμῖν τῶν ὄντων ἐστὶν ἐν τῇ ψυχῇ, ἀθάνατος ἂν ἡ ψυχὴ εἴη, ὥστε θαρροῦντα χρὴ ὃ μὴ τυγχάνεις ἐπιστάμενος νῦν —
02 τοῦτο δ’ ἐστὶν ὃ μὴ μεμνημένος —
03 ἐπιχειρεῖν ζητεῖν καὶ ἀναμιμνῄσκεσθαι;
356
ΜΕΝ.
01 εὖ μοι δοκεῖς λέγειν, ὦ Σώκρατες, οὐκ οἶδ’ ὅπως.
357
ΣΩ.
01 καὶ γὰρ ἐγὼ ἐμοί, ὦ Μένων.
02 καὶ τὰ μέν γε ἄλλα οὐκ ἂν πάνυ ὑπὲρ τοῦ λόγου διισχυρισαίμην·
03 ὅτι δ’ οἰόμενοι δεῖν ζητεῖν ἃ μή τις οἶδεν βελτίους ἂν εἶμεν καὶ ἀνδρικώτεροι καὶ ἧττον ἀργοὶ ἢ εἰ οἰοίμεθα ἃ μὴ ἐπιστάμεθα μηδὲ 86c δυνατὸν εἶναι εὑρεῖν μηδὲ δεῖν ζητεῖν, περὶ τούτου πάνυ ἂν διαμαχοίμην, εἰ οἷός τε εἴην, καὶ λόγῳ καὶ ἔργῳ.
358
ΜΕΝ.
01 καὶ τοῦτο μέν γε δοκεῖς μοι εὖ λέγειν, ὦ Σώκρατες.
359
ΣΩ.
01 βούλει οὖν, ἐπειδὴ ὁμονοοῦμεν ὅτι ζητητέον περὶ οὗ μή τις οἶδεν, ἐπιχειρήσωμεν κοινῇ ζητεῖν τί ποτ’ ἐστὶν ἀρετή;
360
ΜΕΝ.
01 πάνυ μὲν οὖν.
02 οὐ μέντοι, ὦ Σώκρατες, ἀλλ’ ἔγωγε ἐκεῖνο ἂν ἥδιστα, ὅπερ ἠρόμην τὸ πρῶτον, καὶ σκεψαίμην καὶ ἀκούσαιμι, πότερον ὡς διδακτῷ ὄντι αὐτῷ δεῖ ἐπιχειρεῖν, 86d ἢ ὡς φύσει ἢ ὡς τίνι ποτὲ τρόπῳ παραγιγνομένης τοῖς ἀνθρώποις τῆς ἀρετῆς.
361
ΣΩ.
01 ἀλλ’ εἰ μὲν ἐγὼ ἦρχον, ὦ Μένων, μὴ μόνον ἐμαυτοῦ ἀλλὰ καὶ σοῦ, οὐκ ἂν ἐσκεψάμεθα πρότερον εἴτε διδακτὸν εἴτε οὐ διδακτὸν ἡ ἀρετή, πρὶν ὅτι ἐστὶν πρῶτον ἐζητήσαμεν αὐτό·
02 ἐπειδὴ δὲ σὺ σαυτοῦ μὲν οὐδ’ ἐπιχειρεῖς ἄρχειν, ἵνα δὴ ἐλεύθερος ᾖς, ἐμοῦ δὲ ἐπιχειρεῖς τε ἄρχειν καὶ ἄρχεις, συγχωρήσομαί σοι —
03 τί γὰρ χρὴ ποιεῖν;
04 — ἔοικεν οὖν σκεπτέον 86e εἶναι ποῖόν τί ἐστιν ὃ μήπω ἴσμεν ὅτι ἐστίν.
05 εἰ μή τι οὖν ἀλλὰ σμικρόν γέ μοι τῆς ἀρχῆς χάλασον, καὶ συγχώρησον ἐξ ὑποθέσεως αὐτὸ σκοπεῖσθαι, εἴτε διδακτόν ἐστιν εἴτε ὁπωσοῦν.
362
ΣΩ.
01 λέγω δὲ τὸ ἐξ ὑποθέσεως ὧδε, ὥσπερ οἱ γεωμέτραι πολλάκις σκοποῦνται, ἐπειδάν τις ἔρηται αὐτούς, οἷον περὶ χωρίου, εἰ οἷόν τε ἐς τόνδε τὸν κύκλον τόδε τὸ χωρίον 87a τρίγωνον ἐνταθῆναι, εἴποι ἄν τις ὅτι οὔπω οἶδα εἰ ἔστιν τοῦτο τοιοῦτον, ἀλλ’ ὥσπερ μέν τινα ὑπόθεσιν προὔργου οἶμαι ἔχειν πρὸς τὸ πρᾶγμα τοιάνδε·
02 εἰ μέν ἐστιν τοῦτο τὸ χωρίον τοιοῦτον οἷον παρὰ τὴν δοθεῖσαν αὐτοῦ γραμμὴν παρατείναντα ἐλλείπειν τοιούτῳ χωρίῳ οἷον ἂν αὐτὸ τὸ παρατεταμένον ᾖ, ἄλλο τι συμβαίνειν μοι δοκεῖ, καὶ ἄλλο αὖ, εἰ ἀδύνατόν ἐστιν ταῦτα παθεῖν.
03 ὑποθέμενος οὖν ἐθέλω 87b εἰπεῖν σοι τὸ συμβαῖνον περὶ τῆς ἐντάσεως αὐτοῦ εἰς τὸν κύκλον, εἴτε ἀδύνατον εἴτε μή.
04 οὕτω δὴ καὶ περὶ ἀρετῆς ἡμεῖς, ἐπειδὴ οὐκ ἴσμεν οὔθ’ ὅτι ἐστὶν οὔθ’ ὁποῖόν τι, ὑποθέμενοι αὐτὸ σκοπῶμεν εἴτε διδακτὸν εἴτε οὐ διδακτόν ἐστιν, ὧδε λέγοντες·
05 εἰ ποῖόν τί ἐστιν τῶν περὶ τὴν ψυχὴν ὄντων ἀρετή, διδακτὸν ἂν εἴη ἢ οὐ διδακτόν;
06 πρῶτον μὲν δὴ εἰ ἔστιν ἀλλοῖον ἢ οἷον ἐπιστήμη, ἆρα διδακτὸν ἢ οὔ, ἢ ὃ νυνδὴ ἐλέγομεν, ἀναμνηστόν —
07 διαφερέτω δὲ μηδὲν ἡμῖν 87c ὁποτέρῳ ἂν τῷ ὀνόματι χρώμεθα —
08 ἀλλ’ ἆρα διδακτόν;
09 ἢ τοῦτό γε παντὶ δῆλον, ὅτι οὐδὲν ἄλλο διδάσκεται ἄνθρωπος ἢ ἐπιστήμην;
363
ΜΕΝ.
01 ἔμοιγε δοκεῖ.
364
ΣΩ.
01 εἰ δέ γ’ ἐστὶν ἐπιστήμη τις ἡ ἀρετή, δῆλον ὅτι διδακτὸν ἂν εἴη.
366
ΣΩ.
01 τούτου μὲν ἄρα ταχὺ ἀπηλλάγμεθα, ὅτι τοιοῦδε μὲν ὄντος διδακτόν, τοιοῦδε δ’ οὔ.
368
ΣΩ.
01 τὸ δὴ μετὰ τοῦτο, ὡς ἔοικε, δεῖ σκέψασθαι πότερόν ἐστιν ἐπιστήμη ἡ ἀρετὴ ἢ ἀλλοῖον ἐπιστήμης.
369
87d ΜΕΝ.
01 ἔμοιγε δοκεῖ τοῦτο μετὰ τοῦτο σκεπτέον εἶναι.
370
ΣΩ.
01 τί δὲ δή;
02 ἄλλο τι ἢ ἀγαθὸν αὐτό φαμεν εἶναι τὴν ἀρετήν, καὶ αὕτη ἡ ὑπόθεσις μένει ἡμῖν, ἀγαθὸν αὐτὸ εἶναι;
371
ΜΕΝ.
01 πάνυ μὲν οὖν.
372
ΣΩ.
01 οὐκοῦν εἰ μέν τί ἐστιν ἀγαθὸν καὶ ἄλλο χωριζόμενον ἐπιστήμης, τάχ’ ἂν εἴη ἡ ἀρετὴ οὐκ ἐπιστήμη τις·
02 εἰ δὲ μηδέν ἐστιν ἀγαθὸν ὃ οὐκ ἐπιστήμη περιέχει, ἐπιστήμην ἄν τιν’ αὐτὸ ὑποπτεύοντες εἶναι ὀρθῶς ὑποπτεύοιΜΕΝ.
374
ΣΩ.
01 καὶ μὴν 87e ἀρετῇ γ’ ἐσμὲν ἀγαθοί;
376
ΣΩ.
01 εἰ δὲ ἀγαθοί, ὠφέλιμοι·
02 πάντα γὰρ τἀγαθὰ ὠφέλιμα.
03 οὐχί;
378
ΣΩ.
01 καὶ ἡ ἀρετὴ δὴ ὠφέλιμόν ἐστιν;
379
ΜΕΝ.
01 ἀνάγκη ἐκ τῶν ὡμολογημένων.
380
ΣΩ.
01 σκεψώμεθα δὴ καθ’ ἕκαστον ἀναλαμβάνοντες ποῖά ἐστιν ἃ ἡμᾶς ὠφελεῖ.
02 ὑγίεια, φαμέν, καὶ ἰσχὺς καὶ κάλλος καὶ πλοῦτος δή·
03 ταῦτα λέγομεν καὶ τὰ τοιαῦτα ὠφέλιμα.
04 οὐχί;
382
88a ΣΩ.
01 ταὐτὰ δὲ ταῦτά φαμεν ἐνίοτε καὶ βλάπτειν·
02 ἢ σὺ ἄλλως φῂς ἢ οὕτως;
383
ΜΕΝ.
01 οὐκ, ἀλλ’ οὕτως.
384
ΣΩ.
01 σκόπει δή, ὅταν τί ἑκάστου τούτων ἡγῆται, ὠφελεῖ ἡμᾶς, καὶ ὅταν τί, βλάπτει;
02 ἆρ’ οὐχ ὅταν μὲν ὀρθὴ χρῆσις, ὠφελεῖ, ὅταν δὲ μή, βλάπτει;
386
ΣΩ.
01 ἔτι τοίνυν καὶ τὰ κατὰ τὴν ψυχὴν σκεψώμεθα.
02 σωφροσύνην τι καλεῖς καὶ δικαιοσύνην καὶ ἀνδρείαν καὶ εὐμαθίαν καὶ μνήμην καὶ μεγαλοπρέπειαν καὶ πάντα τὰ 88b τοιαῦτα;
388
ΣΩ.
01 σκόπει δή, τούτων ἅττα σοι δοκεῖ μὴ ἐπιστήμη εἶναι ἀλλ’ ἄλλο ἐπιστήμης, εἰ οὐχὶ τοτὲ μὲν βλάπτει, τοτὲ δὲ ὠφελεῖ;
02 οἷον ἀνδρεία, εἰ μὴ ἔστι φρόνησις ἡ ἀνδρεία ἀλλ’ οἷον θάρρος τι·
03 οὐχ ὅταν μὲν ἄνευ νοῦ θαρρῇ ἄνθρωπος, βλάπτεται, ὅταν δὲ σὺν νῷ, ὠφελεῖται;
390
ΣΩ.
01 οὐκοῦν καὶ σωφροσύνη ὡσαύτως καὶ εὐμαθία·
02 μετὰ μὲν νοῦ καὶ μανθανόμενα καὶ καταρτυόμενα ὠφέλιμα, ἄνευ δὲ νοῦ βλαβερά;
391
ΜΕΝ.
01 πάνυ 88c σφόδρα.
392
ΣΩ.
01 οὐκοῦν συλλήβδην πάντα τὰ τῆς ψυχῆς ἐπιχειρήματα καὶ καρτερήματα ἡγουμένης μὲν φρονήσεως εἰς εὐδαιμονίαν τελευτᾷ, ἀφροσύνης δ’ εἰς τοὐναντίον;
394
ΣΩ.
01 εἰ ἄρα ἀρετὴ τῶν ἐν τῇ ψυχῇ τί ἐστιν καὶ ἀναγκαῖον αὐτῷ ὠφελίμῳ εἶναι, φρόνησιν αὐτὸ δεῖ εἶναι, ἐπειδήπερ πάντα τὰ κατὰ τὴν ψυχὴν αὐτὰ μὲν καθ’ αὑτὰ οὔτε ὠφέλιμα οὔτε βλαβερά ἐστιν, προσγενομένης δὲ φρονήσεως 88d ἢ ἀφροσύνης βλαβερά τε καὶ ὠφέλιμα γίγνεται.
02 κατὰ δὴ τοῦτον τὸν λόγον ὠφέλιμόν γε οὖσαν τὴν ἀρετὴν φρόνησιν δεῖ τιν’ εἶναι.
395
ΜΕΝ.
01 ἔμοιγε δοκεῖ.
396
ΣΩ.
01 καὶ μὲν δὴ καὶ τἆλλα ἃ νυνδὴ ἐλέγομεν, πλοῦτόν τε καὶ τὰ τοιαῦτα, τοτὲ μὲν ἀγαθὰ τοτὲ δὲ βλαβερὰ εἶναι, ἆρα οὐχ ὥσπερ τῇ ἄλλῃ ψυχῇ ἡ φρόνησις ἡγουμένη ὠφέλιμα τὰ τῆς ψυχῆς ἐποίει, ἡ δὲ ἀφροσύνη βλαβερά, οὕτως αὖ 88e καὶ τούτοις ἡ ψυχὴ ὀρθῶς μὲν χρωμένη καὶ ἡγουμένη ὠφέλιμα αὐτὰ ποιεῖ, μὴ ὀρθῶς δὲ βλαβερά;
398
ΣΩ.
01 ὀρθῶς δέ γε ἡ ἔμφρων ἡγεῖται, ἡμαρτημένως δ’ ἡ ἄφρων;
400
ΣΩ.
01 οὐκοῦν οὕτω δὴ κατὰ πάντων εἰπεῖν ἔστιν, τῷ ἀνθρώπῳ τὰ μὲν ἄλλα πάντα εἰς τὴν ψυχὴν ἀνηρτῆσθαι, τὰ δὲ τῆς ψυχῆς αὐτῆς εἰς φρόνησιν, εἰ 89a μέλλει ἀγαθὰ εἶναι·
02 καὶ τούτῳ τῷ λόγῳ φρόνησις ἂν εἴη τὸ ὠφέλιμον·
03 φαμὲν δὲ τὴν ἀρετὴν ὠφέλιμον εἶναι;
402
ΣΩ.
01 φρόνησιν ἄρα φαμὲν ἀρετὴν εἶναι, ἤτοι σύμπασαν ἢ μέρος τι;
403
ΜΕΝ.
01 δοκεῖ μοι καλῶς λέγεσθαι, ὦ Σώκρατες, τὰ λεγόμενα.
404
ΣΩ.
01 οὐκοῦν εἰ ταῦτα οὕτως ἔχει, οὐκ ἂν εἶεν φύσει οἱ ἀγαθοί.
405
ΜΕΝ.
01 οὔ μοι δοκεῖ.
406
89b ΣΩ.
01 καὶ γὰρ ἄν που καὶ τόδ’ ἦν·
02 εἰ φύσει οἱ ἀγαθοὶ ἐγίγνοντο, ἦσάν που ἂν ἡμῖν οἳ ἐγίγνωσκον τῶν νέων τοὺς ἀγαθοὺς τὰς φύσεις, οὓς ἡμεῖς ἂν παραλαβόντες ἐκείνων ἀποφηνάντων ἐφυλάττομεν ἂν ἐν ἀκροπόλει, κατασημηνάμενοι πολὺ μᾶλλον ἢ τὸ χρυσίον, ἵνα μηδεὶς αὐτοὺς διέφθειρεν, ἀλλ’ ἐπειδὴ ἀφίκοιντο εἰς τὴν ἡλικίαν, χρήσιμοι γίγνοιντο ταῖς πόλεσι.
407
ΜΕΝ.
01 εἰκός γέ τοι, ὦ Σώκρατες.
408
ΣΩ.
01 ἆρ’ οὖν ἐπειδὴ οὐ φύσει οἱ ἀγαθοὶ ἀγαθοὶ γίγνονται, 89c ἆρα μαθήσει;
409
ΜΕΝ.
01 δοκεῖ μοι ἤδη ἀναγκαῖον εἶναι·
02 καὶ δῆλον, ὦ Σώκρατες, κατὰ τὴν ὑπόθεσιν, εἴπερ ἐπιστήμη ἐστὶν ἀρετή, ὅτι διδακτόν ἐστιν.
410
ΣΩ.
01 ἴσως νὴ Δία·
02 ἀλλὰ μὴ τοῦτο οὐ καλῶς ὡμολογήσαμεν;
411
ΜΕΝ.
01 καὶ μὴν ἐδόκει γε ἄρτι καλῶς λέγεσθαι.
412
ΣΩ.
01 ἀλλὰ μὴ οὐκ ἐν τῷ ἄρτι μόνον δέῃ αὐτὸ δοκεῖν καλῶς λέγεσθαι, ἀλλὰ καὶ ἐν τῷ νῦν καὶ ἐν τῷ ἔπειτα, εἰ μέλλει τι αὐτοῦ ὑγιὲς εἶναι.
413
89d ΜΕΝ.
01 τί οὖν δή;
02 πρὸς τί βλέπων δυσχεραίνεις αὐτὸ καὶ ἀπιστεῖς μὴ οὐκ ἐπιστήμη ᾖ ἡ ἀρετή;
414
ΣΩ.
01 ἐγώ σοι ἐρῶ, ὦ Μένων.
02 τὸ μὲν γὰρ διδακτὸν αὐτὸ εἶναι, εἴπερ ἐπιστήμη ἐστίν, οὐκ ἀνατίθεμαι μὴ οὐ καλῶς λέγεσθαι·
03 ὅτι δὲ οὐκ ἔστιν ἐπιστήμη, σκέψαι ἐάν σοι δοκῶ εἰκότως ἀπιστεῖν.
04 τόδε γάρ μοι εἰπέ·
05 εἰ ἔστιν διδακτὸν ὁτιοῦν πρᾶγμα, μὴ μόνον ἀρετή, οὐκ ἀναγκαῖον αὐτοῦ καὶ διδασκάλους καὶ μαθητὰς εἶναι;
415
ΜΕΝ.
01 ἔμοιγε δοκεῖ.
416
89e ΣΩ.
01 οὐκοῦν τοὐναντίον αὖ, οὗ μήτε διδάσκαλοι μήτε μαθηταὶ εἶεν, καλῶς ἂν αὐτὸ εἰκάζοντες εἰκάζοιμεν μὴ διδακτὸν εἶναι;
417
ΜΕΝ.
01 ἔστι ταῦτα·
02 ἀλλ’ ἀρετῆς διδάσκαλοι οὐ δοκοῦσί σοι εἶναι;
418
ΣΩ.
01 πολλάκις γοῦν ζητῶν εἴ τινες εἶεν αὐτῆς διδάσκαλοι, πάντα ποιῶν οὐ δύναμαι εὑρεῖν.
02 καίτοι μετὰ πολλῶν γε ζητῶ, καὶ τούτων μάλιστα οὓς ἂν οἴωμαι ἐμπειροτάτους εἶναι τοῦ πράγματος.
03 καὶ δὴ καὶ νῦν, ὦ Μένων, εἰς καλὸν ἡμῖν Ἄνυτος ὅδε παρεκαθέζετο, ᾧ μεταδῶμεν τῆς ζητήσεως.
04 90a εἰκότως δ’ ἂν μεταδοῖμεν·
05 Ἄνυτος γὰρ ὅδε πρῶτον μέν ἐστι πατρὸς πλουσίου τε καὶ σοφοῦ Ἀνθεμίωνος, ὃς ἐγένετο πλούσιος οὐκ ἀπὸ τοῦ αὐτομάτου οὐδὲ δόντος τινός, ὥσπερ ὁ νῦν νεωστὶ εἰληφὼς τὰ Πολυκράτους χρήματα Ἰσμηνίας ὁ Θηβαῖος, ἀλλὰ τῇ αὑτοῦ σοφίᾳ κτησάμενος καὶ ἐπιμελείᾳ, ἔπειτα καὶ τὰ ἄλλα οὐχ ὑπερήφανος δοκῶν εἶναι πολίτης οὐδὲ ὀγκώδης τε καὶ ἐπαχθής, ἀλλὰ κόσμιος καὶ εὐσταλὴς 90b ἀνήρ·
06 ἔπειτα τοῦτον εὖ ἔθρεψεν καὶ ἐπαίδευσεν, ὡς δοκεῖ Ἀθηναίων τῷ πλήθει·
07 αἱροῦνται γοῦν αὐτὸν ἐπὶ τὰς μεγίστας ἀρχάς.
08 δίκαιον δὴ μετὰ τοιούτων ζητεῖν ἀρετῆς πέρι διδασκάλους, εἴτ’ εἰσὶν εἴτε μή, καὶ οἵτινες.
09 σὺ οὖν ἡμῖν, ὦ Ἄνυτε, συζήτησον, ἐμοί τε καὶ τῷ σαυτοῦ ξένῳ Μένωνι τῷδε, περὶ τούτου τοῦ πράγματος τίνες ἂν εἶεν διδάσκαλοι.
10 ὧδε δὲ σκέψαι·
11 εἰ βουλοίμεθα Μένωνα τόνδε ἀγαθὸν ἰατρὸν 90c γενέσθαι, παρὰ τίνας ἂν αὐτὸν πέμποιμεν διδασκάλους;
12 ἆρ’ οὐ παρὰ τοὺς ἰατρούς;
420
ΣΩ.
01 τί δ’ εἰ σκυτοτόμον ἀγαθὸν βουλοίμεθα γενέσθαι, ἆρ’ οὐ παρὰ τοὺς σκυτοτόμους;
422
ΣΩ.
01 καὶ τἆλλα οὕτως;
424
ΣΩ.
01 ὧδε δή μοι πάλιν περὶ τῶν αὐτῶν εἰπέ.
02 παρὰ τοὺς ἰατρούς, φαμέν, πέμποντες τόνδε καλῶς ἂν ἐπέμπομεν, βουλόμενοι ἰατρὸν γενέσθαι·
03 ἆρ’ ὅταν τοῦτο λέγωμεν, τόδε 90d λέγομεν, ὅτι παρὰ τούτους πέμποντες αὐτὸν σωφρονοῖμεν ἄν, τοὺς ἀντιποιουμένους τε τῆς τέχνης μᾶλλον ἢ τοὺς μή, καὶ τοὺς μισθὸν πραττομένους ἐπ’ αὐτῷ τούτῳ, ἀποφήναντας αὑτοὺς διδασκάλους τοῦ βουλομένου ἰέναι τε καὶ μανθάνειν;
04 ἆρ’ οὐ πρὸς ταῦτα βλέψαντες καλῶς ἂν πέμποιμεν;
426
ΣΩ.
01 οὐκοῦν καὶ περὶ αὐλήσεως καὶ τῶν ἄλλων τὰ αὐτὰ 90e ταῦτα;
02 πολλὴ ἄνοιά ἐστι βουλομένους αὐλητήν τινα ποιῆσαι παρὰ μὲν τοὺς ὑπισχνουμένους διδάξειν τὴν τέχνην καὶ μισθὸν πραττομένους μὴ ἐθέλειν πέμπειν, ἄλλοις δέ τισιν πράγματα παρέχειν, ζητοῦντα μανθάνειν παρὰ τούτων, οἳ μήτε προσποιοῦνται διδάσκαλοι εἶναι μήτ’ ἔστιν αὐτῶν μαθητὴς μηδεὶς τούτου τοῦ μαθήματος ὃ ἡμεῖς ἀξιοῦμεν μανθάνειν παρ’ αὐτῶν ὃν ἂν πέμπωΜΕΝ.
03 οὐ πολλή σοι δοκεῖ ἀλογία εἶναι;
427
ΑΝ.
01 ναὶ μὰ Δία ἔμοιγε, καὶ ἀμαθία γε πρός.
428
ΣΩ.
01 καλῶς λέγεις.
02 νῦν τοίνυν ἔξεστί σε μετ’ ἐμοῦ 91a κοινῇ βουλεύεσθαι περὶ τοῦ ξένου τουτουῒ Μένωνος.
03 οὗτος γάρ, ὦ Ἄνυτε, πάλαι λέγει πρός με ὅτι ἐπιθυμεῖ ταύτης τῆς σοφίας καὶ ἀρετῆς ᾗ οἱ ἄνθρωποι τάς τε οἰκίας καὶ τὰς πόλεις καλῶς διοικοῦσι, καὶ τοὺς γονέας τοὺς αὑτῶν θεραπεύουσι, καὶ πολίτας καὶ ξένους ὑποδέξασθαί τε καὶ ἀποπέμψαι ἐπίστανται ἀξίως ἀνδρὸς ἀγαθοῦ.
04 ταύτην οὖν τὴν 91b ἀρετὴν σκόπει παρὰ τίνας ἂν πέμποντες αὐτὸν ὀρθῶς πέμποιΜΕΝ.
05 ἢ δῆλον δὴ κατὰ τὸν ἄρτι λόγον ὅτι παρὰ τούτους τοὺς ὑπισχνουμένους ἀρετῆς διδασκάλους εἶναι καὶ ἀποφήναντας αὑτοὺς κοινοὺς τῶν Ἑλλήνων τῷ βουλομένῳ μανθάνειν, μισθὸν τούτου ταξαμένους τε καὶ πραττομένους;
429
ΑΝ.
01 καὶ τίνας λέγεις τούτους, ὦ Σώκρατες;
430
ΣΩ.
01 οἶσθα δήπου καὶ σὺ ὅτι οὗτοί εἰσιν οὓς οἱ ἄνθρωποι καλοῦσι σοφιστάς.
431
91c ΑΝ.
01 Ἡράκλεις, εὐφήμει, ὦ Σώκρατες.
02 μηδένα τῶν γ’ ἐμῶν μήτε οἰκείων μήτε φίλων, μήτε ἀστὸν μήτε ξένον, τοιαύτη μανία λάβοι, ὥστε παρὰ τούτους ἐλθόντα λωβηθῆναι, ἐπεὶ οὗτοί γε φανερά ἐστι λώβη τε καὶ διαφθορὰ τῶν συγγιγνοΜένων.
432
ΣΩ.
01 πῶς λέγεις, ὦ Ἄνυτε;
02 οὗτοι ἄρα μόνοι τῶν ἀντιποιουΜένων τι ἐπίστασθαι εὐεργετεῖν τοσοῦτον τῶν ἄλλων διαφέρουσιν, ὅσον οὐ μόνον οὐκ ὠφελοῦσιν, ὥσπερ οἱ ἄλλοι, ὅτι ἄν τις αὐτοῖς παραδῷ, ἀλλὰ καὶ τὸ ἐναντίον διαφθείρουσιν;
03 91d καὶ τούτων φανερῶς χρήματα ἀξιοῦσι πράττεσθαι;
04 ἐγὼ μὲν οὖν οὐκ ἔχω ὅπως σοι πιστεύσω·
05 οἶδα γὰρ ἄνδρα ἕνα Πρωταγόραν πλείω χρήματα κτησάμενον ἀπὸ ταύτης τῆς σοφίας ἢ Φειδίαν τε, ὃς οὕτω περιφανῶς καλὰ ἔργα ἠργάζετο, καὶ ἄλλους δέκα τῶν ἀνδριαντοποιῶν.
06 καίτοι τέρας λέγεις εἰ οἱ μὲν τὰ ὑποδήματα ἐργαζόμενοι τὰ παλαιὰ καὶ τὰ ἱμάτια ἐξακούμενοι οὐκ ἂν δύναιντο λαθεῖν τριάκονθ’ 91e ἡμέρας μοχθηρότερα ἀποδιδόντες ἢ παρέλαβον τὰ ἱμάτιά τε καὶ ὑποδήματα, ἀλλ’ εἰ τοιαῦτα ποιοῖεν, ταχὺ ἂν τῷ λιμῷ ἀποθάνοιεν, Πρωταγόρας δὲ ἄρα ὅλην τὴν Ἑλλάδα ἐλάνθανεν διαφθείρων τοὺς συγγιγνομένους καὶ μοχθηροτέρους ἀποπέμπων ἢ παρελάμβανεν πλέον ἢ τετταράκοντα ἔτη —
07 οἶμαι γὰρ αὐτὸν ἀποθανεῖν ἐγγὺς καὶ ἑβδομήκοντα ἔτη γεγονότα, τετταράκοντα δὲ ἐν τῇ τέχνῃ ὄντα —
433
ΣΩ.
01 καὶ ἐν ἅπαντι τῷ χρόνῳ τούτῳ ἔτι εἰς τὴν ἡμέραν ταυτηνὶ εὐδοκιμῶν οὐδὲν πέπαυται, καὶ οὐ μόνον Πρωταγόρας, ἀλλὰ καὶ 92a ἄλλοι πάμπολλοι, οἱ μὲν πρότερον γεγονότες ἐκείνου, οἱ δὲ καὶ νῦν ἔτι ὄντες.
02 πότερον δὴ οὖν φῶμεν κατὰ τὸν σὸν λόγον εἰδότας αὐτοὺς ἐξαπατᾶν καὶ λωβᾶσθαι τοὺς νέους, ἢ λεληθέναι καὶ ἑαυτούς;
03 καὶ οὕτω μαίνεσθαι ἀξιώσομεν τούτους, οὓς ἔνιοί φασι σοφωτάτους ἀνθρώπων εἶναι;
434
ΑΝ.
01 πολλοῦ γε δέουσι μαίνεσθαι, ὦ Σώκρατες, ἀλλὰ πολὺ μᾶλλον οἱ τούτοις διδόντες ἀργύριον τῶν νέων, τούτων 92b δ’ ἔτι μᾶλλον οἱ τούτοις ἐπιτρέποντες, οἱ προσήκοντες, πολὺ δὲ μάλιστα πάντων αἱ πόλεις, ἐῶσαι αὐτοὺς εἰσαφικνεῖσθαι καὶ οὐκ ἐξελαύνουσαι, εἴτε τις ξένος ἐπιχειρεῖ τοιοῦτόν τι ποιεῖν εἴτε ἀστός.
435
ΣΩ.
01 πότερον δέ, ὦ Ἄνυτε, ἠδίκηκέ τίς σε τῶν σοφιστῶν, ἢ τί οὕτως αὐτοῖς χαλεπὸς εἶ;
436
ΑΝ.
01 οὐδὲ μὰ Δία ἔγωγε συγγέγονα πώποτε αὐτῶν οὐδενί, οὐδ’ ἂν ἄλλον ἐάσαιμι τῶν ἐμῶν οὐδένα.
437
ΣΩ.
01 ἄπειρος ἄρ’ εἶ παντάπασι τῶν ἀνδρῶν;
439
92c ΣΩ.
01 πῶς οὖν ἄν, ὦ δαιμόνιε, εἰδείης περὶ τούτου τοῦ πράγματος, εἴτε τι ἀγαθὸν ἔχει ἐν αὑτῷ εἴτε φλαῦρον, οὗ παντάπασιν ἄπειρος εἴης;
440
ΑΝ.
01 ῥᾳδίως·
02 τούτους γοῦν οἶδα οἵ εἰσιν, εἴτ’ οὖν ἄπειρος αὐτῶν εἰμι εἴτε μή.
441
ΣΩ.
01 μάντις εἶ ἴσως, ὦ Ἄνυτε·
02 ἐπεὶ ὅπως γε ἄλλως οἶσθα τούτων πέρι, ἐξ ὧν αὐτὸς λέγεις θαυμάζοιμ’ ἄν.
03 ἀλλὰ γὰρ οὐ τούτους ἐπιζητοῦμεν τίνες εἰσίν, παρ’ οὓς ἂν 92d Μένων ἀφικόμενος μοχθηρὸς γένοιτο —
04 οὗτοι μὲν γάρ, εἰ σὺ βούλει, ἔστων οἱ σοφισταί —
05 ἀλλὰ δὴ ἐκείνους εἰπὲ ἡμῖν, καὶ τὸν πατρικὸν τόνδε ἑταῖρον εὐεργέτησον φράσας αὐτῷ παρὰ τίνας ἀφικόμενος ἐν τοσαύτῃ πόλει τὴν ἀρετὴν ἣν νυνδὴ ἐγὼ διῆλθον γένοιτ’ ἂν ἄξιος λόγου.
442
ΑΝ.
01 τί δὲ αὐτῷ οὐ σὺ ἔφρασας;
443
ΣΩ.
01 ἀλλ’ οὓς μὲν ἐγὼ ᾤμην διδασκάλους τούτων εἶναι, εἶπον, ἀλλὰ τυγχάνω οὐδὲν λέγων, ὡς σὺ φῄς·
02 καὶ ἴσως τὶ 92e λέγεις.
03 ἀλλὰ σὺ δὴ ἐν τῷ μέρει αὐτῷ εἰπὲ παρὰ τίνας ἔλθῃ Ἀθηναίων·
04 εἰπὲ ὄνομα ὅτου βούλει.
444
ΑΝ.
01 τί δὲ ἑνὸς ἀνθρώπου ὄνομα δεῖ ἀκοῦσαι;
02 ὅτῳ γὰρ ἂν ἐντύχῃ Ἀθηναίων τῶν καλῶν κἀγαθῶν, οὐδεὶς ἔστιν ὃς οὐ βελτίω αὐτὸν ποιήσει ἢ οἱ σοφισταί, ἐάνπερ ἐθέλῃ πείθεσθαι.
445
ΣΩ.
01 πότερον δὲ οὗτοι οἱ καλοὶ κἀγαθοὶ ἀπὸ τοῦ αὐτομάτου ἐγένοντο τοιοῦτοι, παρ’ οὐδενὸς μαθόντες ὅμως μέντοι ἄλλους διδάσκειν οἷοί τε ὄντες ταῦτα ἃ αὐτοὶ οὐκ 93a ἔμαθον;
446
ΑΝ.
01 καὶ τούτους ἔγωγε ἀξιῶ παρὰ τῶν προτέρων μαθεῖν, ὄντων καλῶν κἀγαθῶν·
02 ἢ οὐ δοκοῦσί σοι πολλοὶ καὶ ἀγαθοὶ γεγονέναι ἐν τῇδε τῇ πόλει ἄνδρες;
447
ΣΩ.
01 ἔμοιγε, ὦ Ἄνυτε, καὶ εἶναι δοκοῦσιν ἐνθάδε ἀγαθοὶ τὰ πολιτικά, καὶ γεγονέναι ἔτι οὐχ ἧττον ἢ εἶναι·
02 ἀλλὰ μῶν καὶ διδάσκαλοι ἀγαθοὶ γεγόνασιν τῆς αὑτῶν ἀρετῆς;
03 τοῦτο γάρ ἐστιν περὶ οὗ ὁ λόγος ἡμῖν τυγχάνει ὤν·
04 οὐκ εἰ εἰσὶν ἀγαθοὶ ἢ μὴ ἄνδρες ἐνθάδε, οὐδ’ εἰ γεγόνασιν ἐν τῷ 93b πρόσθεν, ἀλλ’ εἰ διδακτόν ἐστιν ἀρετὴ πάλαι σκοποῦΜΕΝ.
05 τοῦτο δὲ σκοποῦντες τόδε σκοποῦμεν, ἆρα οἱ ἀγαθοὶ ἄνδρες καὶ τῶν νῦν καὶ τῶν προτέρων ταύτην τὴν ἀρετὴν ἣν αὐτοὶ ἀγαθοὶ ἦσαν ἠπίσταντο καὶ ἄλλῳ παραδοῦναι, ἢ οὐ παραδοτὸν τοῦτο ἀνθρώπῳ οὐδὲ παραληπτὸν ἄλλῳ παρ’ ἄλλου·
06 τοῦτ’ ἔστιν ὃ πάλαι ζητοῦμεν ἐγώ τε καὶ Μένων.
07 ὧδε οὖν σκόπει ἐκ τοῦ σαυτοῦ λόγου·
08 Θεμιστοκλέα οὐκ ἀγαθὸν ἂν 93c φαίης ἄνδρα γεγονέναι;
448
ΑΝ.
01 ἔγωγε, πάντων γε μάλιστα.
449
ΣΩ.
01 οὐκοῦν καὶ διδάσκαλον ἀγαθόν, εἴπερ τις ἄλλος τῆς αὑτοῦ ἀρετῆς διδάσκαλος ἦν, κἀκεῖνον εἶναι;
450
ΑΝ.
01 οἶμαι ἔγωγε, εἴπερ ἐβούλετό γε.
451
ΣΩ.
01 ἀλλ’, οἴει, οὐκ ἂν ἐβουλήθη ἄλλους τέ τινας καλοὺς κἀγαθοὺς γενέσθαι, μάλιστα δέ που τὸν ὑὸν τὸν αὑτοῦ;
02 ἢ οἴει αὐτὸν φθονεῖν αὐτῷ καὶ ἐξεπίτηδες οὐ παραδιδόναι 93d τὴν ἀρετὴν ἣν αὐτὸς ἀγαθὸς ἦν;
03 ἢ οὐκ ἀκήκοας ὅτι Θεμιστοκλῆς Κλεόφαντον τὸν ὑὸν ἱππέα μὲν ἐδιδάξατο ἀγαθόν;
04 ἐπέμενεν γοῦν ἐπὶ τῶν ἵππων ὀρθὸς ἑστηκώς, καὶ ἠκόντιζεν ἀπὸ τῶν ἵππων ὀρθός, καὶ ἄλλα πολλὰ καὶ θαυμαστὰ ἠργάζετο ἃ ἐκεῖνος αὐτὸν ἐπαιδεύσατο καὶ ἐποίησε σοφόν, ὅσα διδασκάλων ἀγαθῶν εἴχετο·
05 ἢ ταῦτα οὐκ ἀκήκοας τῶν πρεσβυτέρων;
453
ΣΩ.
01 οὐκ ἂν ἄρα τήν γε φύσιν τοῦ ὑέος αὐτοῦ ᾐτιάσατ’ ἄν τις εἶναι κακήν.
454
93e ΑΝ.
01 ἴσως οὐκ ἄν.
455
ΣΩ.
01 τί δὲ τόδε;
02 ὡς Κλεόφαντος ὁ Θεμιστοκλέους ἀνὴρ ἀγαθὸς καὶ σοφὸς ἐγένετο ἅπερ ὁ πατὴρ αὐτοῦ, ἤδη του ἀκήκοας ἢ νεωτέρου ἢ πρεσβυτέρου;
457
ΣΩ.
01 ἆρ’ οὖν ταῦτα μὲν οἰόμεθα βούλεσθαι αὐτὸν τὸν αὑτοῦ ὑὸν παιδεῦσαι, ἣν δὲ αὐτὸς σοφίαν ἦν σοφός, οὐδὲν τῶν γειτόνων βελτίω ποιῆσαι, εἴπερ ἦν γε διδακτὸν ἡ ἀρετή;
458
ΑΝ.
01 ἴσως μὰ Δί’ οὔ.
459
ΣΩ.
01 οὗτος μὲν δή σοι τοιοῦτος διδάσκαλος ἀρετῆς, ὃν καὶ σὺ ὁμολογεῖς ἐν τοῖς ἄριστον τῶν προτέρων εἶναι·
02 ἄλλον 94a δὲ δὴ σκεψώμεθα, Ἀριστείδην τὸν Λυσιμάχου·
03 ἢ τοῦτον οὐχ ὁμολογεῖς ἀγαθὸν γεγονέναι;
460
ΑΝ.
01 ἔγωγε, πάντως δήπου.
461
ΣΩ.
01 οὐκοῦν καὶ οὗτος τὸν ὑὸν τὸν αὑτοῦ Λυσίμαχον, ὅσα μὲν διδασκάλων εἴχετο, κάλλιστα Ἀθηναίων ἐπαίδευσε, ἄνδρα δὲ βελτίω δοκεῖ σοι ὁτουοῦν πεποιηκέναι;
02 τούτῳ γάρ που καὶ συγγέγονας καὶ ὁρᾷς οἷός ἐστιν.
03 εἰ δὲ βούλει, 94b Περικλέα, οὕτως μεγαλοπρεπῶς σοφὸν ἄνδρα, οἶσθ’ ὅτι δύο ὑεῖς ἔθρεψε, Πάραλον καὶ Ξάνθιππον;
463
ΣΩ.
01 τούτους μέντοι, ὡς οἶσθα καὶ σύ, ἱππέας μὲν ἐδίδαξεν οὐδενὸς χείρους Ἀθηναίων, καὶ μουσικὴν καὶ ἀγωνίαν καὶ τἆλλα ἐπαίδευσεν ὅσα τέχνης ἔχεται οὐδενὸς χείρους·
02 ἀγαθοὺς δὲ ἄρα ἄνδρας οὐκ ἐβούλετο ποιῆσαι;
03 δοκῶ μέν, ἐβούλετο, ἀλλὰ μὴ οὐκ ᾖ διδακτόν.
04 ἵνα δὲ μὴ ὀλίγους οἴῃ καὶ τοὺς φαυλοτάτους Ἀθηναίων ἀδυνάτους γεγονέναι τοῦτο 94c τὸ πρᾶγμα, ἐνθυμήθητι ὅτι Θουκυδίδης αὖ δύο ὑεῖς ἔθρεψεν, Μελησίαν καὶ Στέφανον, καὶ τούτους ἐπαίδευσεν τά τε ἄλλα εὖ καὶ ἐπάλαισαν κάλλιστα Ἀθηναίων —
05 τὸν μὲν γὰρ Ξανθίᾳ ἔδωκε, τὸν δὲ Εὐδώρῳ·
06 οὗτοι δέ που ἐδόκουν τῶν τότε κάλλιστα παλαίειν —
07 ἢ οὐ μέμνησαι;
465
ΣΩ.
01 οὐκοῦν δῆλον ὅτι οὗτος οὐκ ἄν ποτε, οὗ μὲν ἔδει 94d δαπανώμενον διδάσκειν, ταῦτα μὲν ἐδίδαξε τοὺς παῖδας τοὺς αὑτοῦ, οὗ δὲ οὐδὲν ἔδει ἀναλώσαντα ἀγαθοὺς ἄνδρας ποιῆσαι, ταῦτα δὲ οὐκ ἐδίδαξεν, εἰ διδακτὸν ἦν;
02 ἀλλὰ γὰρ ἴσως ὁ Θουκυδίδης φαῦλος ἦν, καὶ οὐκ ἦσαν αὐτῷ πλεῖστοι φίλοι Ἀθηναίων καὶ τῶν συμμάχων;
03 καὶ οἰκίας μεγάλης ἦν καὶ ἐδύνατο μέγα ἐν τῇ πόλει καὶ ἐν τοῖς ἄλλοις Ἕλλησιν, ὥστε εἴπερ ἦν τοῦτο διδακτόν, ἐξευρεῖν ἂν ὅστις ἔμελλεν αὐτοῦ τοὺς ὑεῖς ἀγαθοὺς ποιήσειν, ἢ τῶν ἐπιχωρίων τις ἢ τῶν 94e ξένων, εἰ αὐτὸς μὴ ἐσχόλαζεν διὰ τὴν τῆς πόλεως ἐπιμέλειαν.
04 ἀλλὰ γάρ, ὦ ἑταῖρε Ἄνυτε, μὴ οὐκ ᾖ διδακτὸν ἀρετή.
466
ΑΝ.
01 ὦ Σώκρατες, ῥᾳδίως μοι δοκεῖς κακῶς λέγειν ἀνθρώπους.
02 ἐγὼ μὲν οὖν ἄν σοι συμβουλεύσαιμι, εἰ ἐθέλεις ἐμοὶ πείθεσθαι, εὐλαβεῖσθαι·
03 ὡς ἴσως μὲν καὶ ἐν ἄλλῃ πόλει ῥᾷόν ἐστιν κακῶς ποιεῖν ἀνθρώπους ἢ εὖ, ἐν τῇδε δὲ καὶ 95a πάνυ·
04 οἶμαι δὲ σὲ καὶ αὐτὸν εἰδέναι.
467
ΣΩ.
01 ὦ Μένων, Ἄνυτος μέν μοι δοκεῖ χαλεπαίνειν, καὶ οὐδὲν θαυμάζω·
02 οἴεται γάρ με πρῶτον μὲν κακηγορεῖν τούτους τοὺς ἄνδρας, ἔπειτα ἡγεῖται καὶ αὐτὸς εἶναι εἷς τούτων.
03 ἀλλ’ οὗτος μὲν ἐάν ποτε γνῷ οἷόν ἐστιν τὸ κακῶς λέγειν, παύσεται χαλεπαίνων, νῦν δὲ ἀγνοεῖ·
04 σὺ δέ μοι εἰπέ, οὐ καὶ παρ’ ὑμῖν εἰσιν καλοὶ κἀγαθοὶ ἄνδρες;
469
95b ΣΩ.
01 τί οὖν;
02 ἐθέλουσιν οὗτοι παρέχειν αὑτοὺς διδασκάλους τοῖς νέοις, καὶ ὁμολογεῖν διδάσκαλοί τε εἶναι καὶ διδακτὸν ἀρετήν;
470
ΜΕΝ.
01 οὐ μὰ τὸν Δία, ὦ Σώκρατες, ἀλλὰ τοτὲ μὲν ἂν αὐτῶν ἀκούσαις ὡς διδακτόν, τοτὲ δὲ ὡς οὔ.
471
ΣΩ.
01 φῶμεν οὖν τούτους διδασκάλους εἶναι τούτου τοῦ πράγματος, οἷς μηδὲ αὐτὸ τοῦτο ὁμολογεῖται;
472
ΜΕΝ.
01 οὔ μοι δοκεῖ, ὦ Σώκρατες.
473
ΣΩ.
01 τί δὲ δή;
02 οἱ σοφισταί σοι οὗτοι, οἵπερ μόνοι ἐπαγγέλλονται, δοκοῦσι διδάσκαλοι εἶναι ἀρετῆς;
474
95c ΜΕΝ.
01 καὶ Γοργίου μάλιστα, ὦ Σώκρατες, ταῦτα ἄγαμαι, ὅτι οὐκ ἄν ποτε αὐτοῦ τοῦτο ἀκούσαις ὑπισχνουμένου, ἀλλὰ καὶ τῶν ἄλλων καταγελᾷ, ὅταν ἀκούσῃ ὑπισχνουΜένων·
02 ἀλλὰ λέγειν οἴεται δεῖν ποιεῖν δεινούς.
475
ΣΩ.
01 οὐδ’ ἄρα σοὶ δοκοῦσιν οἱ σοφισταὶ διδάσκαλοι εἶναι;
476
ΜΕΝ.
01 οὐκ ἔχω λέγειν, ὦ Σώκρατες.
02 καὶ γὰρ αὐτὸς ὅπερ οἱ πολλοὶ πέπονθα·
03 τοτὲ μέν μοι δοκοῦσιν, τοτὲ δὲ οὔ.
477
ΣΩ.
01 οἶσθα δὲ ὅτι οὐ μόνον σοί τε καὶ τοῖς ἄλλοις τοῖς πολιτικοῖς τοῦτο δοκεῖ τοτὲ μὲν εἶναι διδακτόν, τοτὲ δ’ οὔ, 95d ἀλλὰ καὶ Θέογνιν τὸν ποιητὴν οἶσθ’ ὅτι ταὐτὰ ταῦτα λέγει;
478
ΜΕΝ.
01 ἐν ποίοις ἔπεσιν;
479
ΣΩ.
01 ἐν τοῖς ἐλεγείοις, οὗ λέγει —
02 καὶ παρὰ τοῖσιν πῖνε καὶ ἔσθιε, καὶ μετὰ τοῖσιν ἵζε, καὶ ἅνδανε τοῖς, ὧν μεγάλη δύναμις.
03 ἐσθλῶν μὲν γὰρ ἄπ’ ἐσθλὰ διδάξεαι·
04 ἢν δὲ κακοῖσιν 95e συμμίσγῃς, ἀπολεῖς καὶ τὸν ἐόντα νόον.
481
ΣΩ.
01 ἐν ἄλλοις δέ γε ὀλίγον μεταβάς, —
02 εἰ δ’ ἦν ποιητόν, φησί, καὶ ἔνθετον ἀνδρὶ νόημα,
λέγει πως ὅτι —
03 πολλοὺς ἂν μισθοὺς καὶ μεγάλους ἔφερον
οἱ δυνάμενοι τοῦτο ποιεῖν, καὶ —
04 οὔ ποτ’ ἂν ἐξ ἀγαθοῦ πατρὸς ἔγεντο κακός, 96a πειθόμενος μύθοισι σαόφροσιν.
05 ἀλλὰ διδάσκων οὔ ποτε ποιήσεις τὸν κακὸν ἄνδρ’ ἀγαθόν.
06 ἐννοεῖς ὅτι αὐτὸς αὑτῳ πάλιν περὶ τῶν αὐτῶν τἀναντία λέγει;
483
ΣΩ.
01 ἔχεις οὖν εἰπεῖν ἄλλου ὁτουοῦν πράγματος, οὗ οἱ μὲν φάσκοντες διδάσκαλοι εἶναι οὐχ ὅπως ἄλλων διδάσκαλοι ὁμολογοῦνται, ἀλλ’ οὐδὲ αὐτοὶ ἐπίστασθαι, ἀλλὰ πονηροὶ 96b εἶναι περὶ αὐτὸ τοῦτο τὸ πρᾶγμα οὗ φασι διδάσκαλοι εἶναι, οἱ δὲ ὁμολογούμενοι αὐτοὶ καλοὶ κἀγαθοὶ τοτὲ μέν φασιν αὐτὸ διδακτὸν εἶναι, τοτὲ δὲ οὔ;
02 τοὺς οὖν οὕτω τεταραγμένους περὶ ὁτουοῦν φαίης ἂν σὺ κυρίως διδασκάλους εἶναι;
484
ΜΕΝ.
01 μὰ Δί’ οὐκ ἔγωγε.
485
ΣΩ.
01 οὐκοῦν εἰ μήτε οἱ σοφισταὶ μήτε οἱ αὐτοὶ καλοὶ κἀγαθοὶ ὄντες διδάσκαλοί εἰσι τοῦ πράγματος, δῆλον ὅτι οὐκ ἂν ἄλλοι γε;
486
ΜΕΝ.
01 οὔ μοι δοκεῖ.
487
96c ΣΩ.
01 εἰ δέ γε μὴ διδάσκαλοι, οὐδὲ μαθηταί;
488
ΜΕΝ.
01 δοκεῖ μοι ἔχειν ὡς λέγεις.
489
ΣΩ.
01 ὡμολογήκαμεν δέ γε, πράγματος οὗ μήτε διδάσκαλοι μήτε μαθηταὶ εἶεν, τοῦτο μηδὲ διδακτὸν εἶναι;
490
ΜΕΝ.
01 ὡμολογήκαΜΕΝ.
491
ΣΩ.
01 οὐκοῦν ἀρετῆς οὐδαμοῦ φαίνονται διδάσκαλοι;
493
ΣΩ.
01 εἰ δέ γε μὴ διδάσκαλοι, οὐδὲ μαθηταί;
494
ΜΕΝ.
01 φαίνεται οὕτως.
495
ΣΩ.
01 ἀρετὴ ἄρα οὐκ ἂν εἴη διδακτόν;
496
96d ΜΕΝ.
01 οὐκ ἔοικεν, εἴπερ ὀρθῶς ἡμεῖς ἐσκέμμεθα.
02 ὥστε καὶ θαυμάζω δή, ὦ Σώκρατες, πότερόν ποτε οὐδ’ εἰσὶν ἀγαθοὶ ἄνδρες, ἢ τίς ἂν εἴη τρόπος τῆς γενέσεως τῶν ἀγαθῶν γιγνοΜένων.
497
ΣΩ.
01 κινδυνεύομεν, ὦ Μένων, ἐγώ τε καὶ σὺ φαῦλοί τινες εἶναι ἄνδρες, καὶ σέ τε Γοργίας οὐχ ἱκανῶς πεπαιδευκέναι καὶ ἐμὲ Πρόδικος.
02 παντὸς μᾶλλον οὖν προσεκτέον τὸν νοῦν ἡμῖν αὐτοῖς, καὶ ζητητέον ὅστις ἡμᾶς ἑνί γέ τῳ τρόπῳ βελτίους 96e ποιήσει·
03 λέγω δὲ ταῦτα ἀποβλέψας πρὸς τὴν ἄρτι ζήτησιν, ὡς ἡμᾶς ἔλαθεν καταγελάστως ὅτι οὐ μόνον ἐπιστήμης ἡγουμένης ὀρθῶς τε καὶ εὖ τοῖς ἀνθρώποις πράττεται τὰ πράγματα, ᾗ ἴσως καὶ διαφεύγει ἡμᾶς τὸ γνῶναι τίνα ποτὲ τρόπον γίγνονται οἱ ἀγαθοὶ ἄνδρες.
498
ΜΕΝ.
01 πῶς τοῦτο λέγεις, ὦ Σώκρατες;
499
ΣΩ.
01 ὧδε·
02 ὅτι μὲν τοὺς ἀγαθοὺς ἄνδρας δεῖ ὠφελίμους εἶναι, 97a ὀρθῶς ὡμολογήκαμεν τοῦτό γε ὅτι οὐκ ἂν ἄλλως ἔχοι·
03 ἦ γάρ;
501
ΣΩ.
01 καὶ ὅτι γε ὠφέλιμοι ἔσονται, ἂν ὀρθῶς ἡμῖν ἡγῶνται τῶν πραγμάτων, καὶ τοῦτό που καλῶς ὡμολογοῦμεν;
503
ΣΩ.
01 ὅτι δ’ οὐκ ἔστιν ὀρθῶς ἡγεῖσθαι, ἐὰν μὴ φρόνιμος ᾖ, τοῦτο ὅμοιοί ἐσμεν οὐκ ὀρθῶς ὡμολογηκόσιν.
504
ΜΕΝ.
01 πῶς δὴ ὀρθῶς λέγεις;
505
ΣΩ.
01 ἐγὼ ἐρῶ.
02 εἰ εἰδὼς τὴν ὁδὸν τὴν εἰς Λάρισαν ἢ ὅποι βούλει ἄλλοσε βαδίζοι καὶ ἄλλοις ἡγοῖτο, ἄλλο τι ὀρθῶς ἂν καὶ εὖ ἡγοῖτο;
507
97b ΣΩ.
01 τί δ’ εἴ τις ὀρθῶς μὲν δοξάζων ἥτις ἐστὶν ἡ ὁδός, ἐληλυθὼς δὲ μὴ μηδ’ ἐπιστάμενος, οὐ καὶ οὗτος ἂν ὀρθῶς ἡγοῖτο;
509
ΣΩ.
01 καὶ ἕως γ’ ἄν που ὀρθὴν δόξαν ἔχῃ περὶ ὧν ὁ ἕτερος ἐπιστήμην, οὐδὲν χείρων ἡγεμὼν ἔσται, οἰόμενος μὲν ἀληθῆ, φρονῶν δὲ μή, τοῦ τοῦτο φρονοῦντος.
511
ΣΩ.
01 δόξα ἄρα ἀληθὴς πρὸς ὀρθότητα πράξεως οὐδὲν χείρων ἡγεμὼν φρονήσεως·
02 καὶ τοῦτό ἐστιν ὃ νυνδὴ παρελείπομεν ἐν τῇ περὶ τῆς ἀρετῆς σκέψει ὁποῖόν τι εἴη, λέγοντες 97c ὅτι φρόνησις μόνον ἡγεῖται τοῦ ὀρθῶς πράττειν·
03 τὸ δὲ ἄρα καὶ δόξα ἦν ἀληθής.
513
ΣΩ.
01 οὐδὲν ἄρα ἧττον ὠφέλιμόν ἐστιν ὀρθὴ δόξα ἐπιστήμης.
514
ΜΕΝ.
01 τοσούτῳ γε, ὦ Σώκρατες, ὅτι ὁ μὲν τὴν ἐπιστήμην ἔχων ἀεὶ ἂν ἐπιτυγχάνοι, ὁ δὲ τὴν ὀρθὴν δόξαν τοτὲ μὲν ἂν τυγχάνοι, τοτὲ δ’ οὔ.
515
ΣΩ.
01 πῶς λέγεις;
02 ὁ ἀεὶ ἔχων ὀρθὴν δόξαν οὐκ ἀεὶ ἂν τυγχάνοι, ἕωσπερ ὀρθὰ δοξάζοι;
516
ΜΕΝ.
01 ἀνάγκη μοι φαίνεται·
02 ὥστε θαυμάζω, ὦ Σώκρατες, 97d τούτου οὕτως ἔχοντος, ὅτι δή ποτε πολὺ τιμιωτέρα ἡ ἐπιστήμη τῆς ὀρθῆς δόξης, καὶ δι’ ὅτι τὸ μὲν ἕτερον, τὸ δὲ ἕτερόν ἐστιν αὐτῶν.
517
ΣΩ.
01 οἶσθα οὖν δι’ ὅτι θαυμάζεις, ἢ ἐγώ σοι εἴπω;
518
ΜΕΝ.
01 πάνυ γ’ εἰπέ.
519
ΣΩ.
01 ὅτι τοῖς Δαιδάλου ἀγάλμασιν οὐ προσέσχηκας τὸν νοῦν·
02 ἴσως δὲ οὐδ’ ἔστιν παρ’ ὑμῖν.
520
ΜΕΝ.
01 πρὸς τί δὲ δὴ τοῦτο λέγεις;
521
ΣΩ.
01 ὅτι καὶ ταῦτα, ἐὰν μὲν μὴ δεδεμένα ᾖ, ἀποδιδράσκει καὶ δραπετεύει, ἐὰν δὲ δεδεμένα, παραμένει.
522
97e ΜΕΝ.
01 τί οὖν δή;
523
ΣΩ.
01 τῶν ἐκείνου ποιημάτων λελυμένον μὲν ἐκτῆσθαι οὐ πολλῆς τινος ἄξιόν ἐστι τιμῆς, ὥσπερ δραπέτην ἄνθρωπον —
02 οὐ γὰρ παραμένει —
03 δεδεμένον δὲ πολλοῦ ἄξιον·
04 πάνυ γὰρ καλὰ τὰ ἔργα ἐστίν.
05 πρὸς τί οὖν δὴ λέγω ταῦτα;
06 πρὸς τὰς δόξας τὰς ἀληθεῖς.
07 καὶ γὰρ αἱ δόξαι αἱ ἀληθεῖς, ὅσον μὲν ἂν χρόνον παραμένωσιν, καλὸν τὸ χρῆμα καὶ πάντ’ 98a ἀγαθὰ ἐργάζονται·
08 πολὺν δὲ χρόνον οὐκ ἐθέλουσι παραμένειν, ἀλλὰ δραπετεύουσιν ἐκ τῆς ψυχῆς τοῦ ἀνθρώπου, ὥστε οὐ πολλοῦ ἄξιαί εἰσιν, ἕως ἄν τις αὐτὰς δήσῃ αἰτίας λογισμῷ.
09 τοῦτο δ’ ἐστίν, ὦ Μένων ἑταῖρε, ἀνάμνησις, ὡς ἐν τοῖς πρόσθεν ἡμῖν ὡμολόγηται.
10 ἐπειδὰν δὲ δεθῶσιν, πρῶτον μὲν ἐπιστῆμαι γίγνονται, ἔπειτα μόνιμοι·
11 καὶ διὰ ταῦτα δὴ τιμιώτερον ἐπιστήμη ὀρθῆς δόξης ἐστίν, καὶ διαφέρει δεσμῷ ἐπιστήμη ὀρθῆς δόξης.
524
ΜΕΝ.
01 νὴ τὸν Δία, ὦ Σώκρατες, ἔοικεν τοιούτῳ τινί.
525
98b ΣΩ.
01 καὶ μὴν καὶ ἐγὼ ὡς οὐκ εἰδὼς λέγω, ἀλλὰ εἰκάζων·
02 ὅτι δέ ἐστίν τι ἀλλοῖον ὀρθὴ δόξα καὶ ἐπιστήμη, οὐ πάνυ μοι δοκῶ τοῦτο εἰκάζειν, ἀλλ’ εἴπερ τι ἄλλο φαίην ἂν εἰδέναι —
03 ὀλίγα δ’ ἂν φαίην —
04 ἓν δ’ οὖν καὶ τοῦτο ἐκείνων θείην ἂν ὧν οἶδα.
526
ΜΕΝ.
01 καὶ ὀρθῶς γε, ὦ Σώκρατες, λέγεις.
527
ΣΩ.
01 τί δέ;
02 τόδε οὐκ ὀρθῶς, ὅτι ἀληθὴς δόξα ἡγουμένη τὸ ἔργον ἑκάστης τῆς πράξεως οὐδὲν χεῖρον ἀπεργάζεται ἢ ἐπιστήμη;
528
ΜΕΝ.
01 καὶ τοῦτο δοκεῖς μοι ἀληθῆ λέγειν.
529
98c ΣΩ.
01 οὐδὲν ἄρα ὀρθὴ δόξα ἐπιστήμης χεῖρον οὐδὲ ἧττον ὠφελίμη ἔσται εἰς τὰς πράξεις, οὐδὲ ἁνὴρ ὁ ἔχων ὀρθὴν δόξαν ἢ ὁ ἐπιστήμην.
531
ΣΩ.
01 καὶ μὴν ὅ γε ἀγαθὸς ἀνὴρ ὠφέλιμος ἡμῖν ὡμολόγηται εἶναι.
533
ΣΩ.
01 ἐπειδὴ τοίνυν οὐ μόνον δι’ ἐπιστήμην ἀγαθοὶ ἄνδρες ἂν εἶεν καὶ ὠφέλιμοι ταῖς πόλεσιν, εἴπερ εἶεν, ἀλλὰ καὶ δι’ ὀρθὴν δόξαν, τούτοιν δὲ οὐδέτερον φύσει ἐστὶν τοῖς ἀνθρώποις, 98d οὔτε ἐπιστήμη οὔτε δόξα ἀληθής, οὔτ’ ἐπίκτητα —
02 ἢ δοκεῖ σοι φύσει ὁποτερονοῦν αὐτοῖν εἶναι;
535
ΣΩ.
01 οὐκοῦν ἐπειδὴ οὐ φύσει, οὐδὲ οἱ ἀγαθοὶ φύσει εἶεν ἄν.
537
ΣΩ.
01 ἐπειδὴ δέ γε οὐ φύσει, ἐσκοποῦμεν τὸ μετὰ τοῦτο εἰ διδακτόν ἐστιν.
539
ΣΩ.
01 οὐκοῦν διδακτὸν ἔδοξεν εἶναι, εἰ φρόνησις ἡ ἀρετή;
541
ΣΩ.
01 κἂν εἴ γε διδακτὸν εἴη, φρόνησις ἂν εἶναι;
543
98e ΣΩ.
01 καὶ εἰ μέν γε διδάσκαλοι εἶεν, διδακτὸν ἂν εἶναι, μὴ ὄντων δὲ οὐ διδακτόν;
545
ΣΩ.
01 ἀλλὰ μὴν ὡμολογήκαμεν μὴ εἶναι αὐτοῦ διδασκάλους;
547
ΣΩ.
01 ὡμολογήκαμεν ἄρα μήτε διδακτὸν αὐτὸ μήτε φρόνησιν εἶναι;
549
ΣΩ.
01 ἀλλὰ μὴν ἀγαθόν γε αὐτὸ ὁμολογοῦμεν εἶναι;
551
ΣΩ.
01 ὠφέλιμον δὲ καὶ ἀγαθὸν εἶναι τὸ ὀρθῶς ἡγούμενον;
553
99a ΣΩ.
01 ὀρθῶς δέ γε ἡγεῖσθαι δύο ὄντα ταῦτα μόνα, δόξαν τε ἀληθῆ καὶ ἐπιστήμην, ἃ ἔχων ἄνθρωπος ὀρθῶς ἡγεῖται —
02 τὰ γὰρ ἀπὸ τύχης τινὸς ὀρθῶς γιγνόμενα οὐκ ἀνθρωπίνῃ ἡγεμονίᾳ γίγνεται —
03 ὧν δὲ ἄνθρωπος ἡγεμών ἐστιν ἐπὶ τὸ ὀρθόν, δύο ταῦτα, δόξα ἀληθὴς καὶ ἐπιστήμη.
554
ΜΕΝ.
01 δοκεῖ μοι οὕτω.
555
ΣΩ.
01 οὐκοῦν ἐπειδὴ οὐ διδακτόν ἐστιν, οὐδ’ ἐπιστήμη δὴ ἔτι γίγνεται ἡ ἀρετή;
557
99b ΣΩ.
01 δυοῖν ἄρα ὄντοιν ἀγαθοῖν καὶ ὠφελίμοιν τὸ μὲν ἕτερον ἀπολέλυται, καὶ οὐκ ἂν εἴη ἐν πολιτικῇ πράξει ἐπιστήμη ἡγεμών.
558
ΜΕΝ.
01 οὔ μοι δοκεῖ.
559
ΣΩ.
01 οὐκ ἄρα σοφίᾳ τινὶ οὐδὲ σοφοὶ ὄντες οἱ τοιοῦτοι ἄνδρες ἡγοῦντο ταῖς πόλεσιν, οἱ ἀμφὶ Θεμιστοκλέα τε καὶ οὓς ἄρτι Ἄνυτος ὅδε ἔλεγεν·
02 διὸ δὴ καὶ οὐχ οἷοί τε ἄλλους ποιεῖν τοιούτους οἷοι αὐτοί εἰσι, ἅτε οὐ δι’ ἐπιστήμην ὄντες τοιοῦτοι.
560
ΜΕΝ.
01 ἔοικεν οὕτως ἔχειν, ὦ Σώκρατες, ὡς λέγεις.
561
ΣΩ.
01 οὐκοῦν εἰ μὴ ἐπιστήμῃ, εὐδοξίᾳ δὴ τὸ λοιπὸν 99c γίγνεται·
02 ᾗ οἱ πολιτικοὶ ἄνδρες χρώμενοι τὰς πόλεις ὀρθοῦσιν, οὐδὲν διαφερόντως ἔχοντες πρὸς τὸ φρονεῖν ἢ οἱ χρησμῳδοί τε καὶ οἱ θεομάντεις·
03 καὶ γὰρ οὗτοι ἐνθουσιῶντες λέγουσιν μὲν ἀληθῆ καὶ πολλά, ἴσασι δὲ οὐδὲν ὧν λέγουσιν.
562
ΜΕΝ.
01 κινδυνεύει οὕτως ἔχειν.
563
ΣΩ.
01 οὐκοῦν, ὦ Μένων, ἄξιον τούτους θείους καλεῖν τοὺς ἄνδρας, οἵτινες νοῦν μὴ ἔχοντες πολλὰ καὶ μεγάλα κατορθοῦσιν ὧν πράττουσι καὶ λέγουσι;
565
ΣΩ.
01 ὀρθῶς ἄρ’ ἂν καλοῖμεν θείους τε οὓς νυνδὴ ἐλέγομεν 99d χρησμῳδοὺς καὶ μάντεις καὶ τοὺς ποιητικοὺς ἅπαντας·
02 καὶ τοὺς πολιτικοὺς οὐχ ἥκιστα τούτων φαῖμεν ἂν θείους τε εἶναι καὶ ἐνθουσιάζειν, ἐπίπνους ὄντας καὶ κατεχομένους ἐκ τοῦ θεοῦ, ὅταν κατορθῶσι λέγοντες πολλὰ καὶ μεγάλα πράγματα, μηδὲν εἰδότες ὧν λέγουσιν.
567
ΣΩ.
01 καὶ αἵ γε γυναῖκες δήπου, ὦ Μένων, τοὺς ἀγαθοὺς ἄνδρας θείους καλοῦσι·
02 καὶ οἱ Λάκωνες ὅταν τινὰ ἐγκωμιάζωσιν ἀγαθὸν ἄνδρα, θεῖος ἀνήρ,
φασίν, οὗτος.
568
99e ΜΕΝ.
01 καὶ φαίνονταί γε, ὦ Σώκρατες, ὀρθῶς λέγειν.
02 καίτοι ἴσως Ἄνυτος ὅδε σοι ἄχθεται λέγοντι.
569
ΣΩ.
01 οὐδὲν μέλει ἔμοιγε.
02 τούτῳ μέν, ὦ Μένων, καὶ αὖθις διαλεξόμεθα·
03 εἰ δὲ νῦν ἡμεῖς ἐν παντὶ τῷ λόγῳ τούτῳ καλῶς ἐζητήσαμέν τε καὶ ἐλέγομεν, ἀρετὴ ἂν εἴη οὔτε φύσει οὔτε διδακτόν, ἀλλὰ θείᾳ μοίρᾳ παραγιγνομένη ἄνευ νοῦ οἷς ἂν 100a παραγίγνηται, εἰ μή τις εἴη τοιοῦτος τῶν πολιτικῶν ἀνδρῶν οἷος καὶ ἄλλον ποιῆσαι πολιτικόν.
04 εἰ δὲ εἴη, σχεδὸν ἄν τι οὗτος λέγοιτο τοιοῦτος ἐν τοῖς ζῶσιν οἷον ἔφη Ὅμηρος ἐν τοῖς τεθνεῶσιν τὸν Τειρεσίαν εἶναι, λέγων περὶ αὐτοῦ, ὅτι οἶος πέπνυται τῶν ἐν Ἅιδου, τοὶ δὲ σκιαὶ ἀίσσουσι.
05 ταὐτὸν ἂν καὶ ἐνθάδε ὁ τοιοῦτος ὥσπερ παρὰ σκιὰς ἀληθὲς ἂν πρᾶγμα εἴη πρὸς ἀρετήν.
570
100b ΜΕΝ.
01 κάλλιστα δοκεῖς μοι λέγειν, ὦ Σώκρατες.
571
ΣΩ.
01 ἐκ μὲν τοίνυν τούτου τοῦ λογισμοῦ, ὦ Μένων, θείᾳ μοίρᾳ ἡμῖν φαίνεται παραγιγνομένη ἡ ἀρετὴ οἷς ἂν παραγίγνηται·
02 τὸ δὲ σαφὲς περὶ αὐτοῦ εἰσόμεθα τότε, ὅταν πρὶν ᾧτινι τρόπῳ τοῖς ἀνθρώποις παραγίγνεται ἀρετή, πρότερον ἐπιχειρήσωμεν αὐτὸ καθ’ αὑτὸ ζητεῖν τί ποτ’ ἔστιν ἀρετή.
03 νῦν δ’ ἐμοὶ μὲν ὥρα ποι ἰέναι, σὺ δὲ ταὐτὰ ταῦτα ἅπερ αὐτὸς πέπεισαι πεῖθε καὶ τὸν ξένον τόνδε Ἄνυτον, ἵνα 100c πρᾳότερος ᾖ·
04 ὡς ἐὰν πείσῃς τοῦτον, ἔστιν ὅτι καὶ Ἀθηναίους ὀνήσεις.